no image
DDbDP-text
Acknowledgement of a Loan via HGV-meta
Linked by Trismegistos ID
TM 22156.
Each record below describes this same artifact or text from a different angle.
…
Φλάουϊος Κλημεντῖνος
μεγαλοπρεπέστατος κόμες καὶ ἀπὸ ὑπάτων
χαρτ Ἀλεξανδρ ἰνδικτίωνος ιε
δι…ρ…εν…
†
τοῖς μετὰ τὴν ὑπατείαν Φλαουΐου
Εὐσεβίου τοῦ λαμπροτάτου τὸ β,
Επεὶφ ἐννεακαιδεκάτῃ,
ἰνδικτίωνι τρίτῃ , ἐν τῇ λαμπροτάτῃ
καὶ φιλοχρίστῳ Ἀλεξανδρείᾳ τῇ πρὸς Αἰγύπτῳ.
Φλάουϊοι Ἰουλιανὸς ὁ λαμπρότατος
τριβοῦνος νοτάριος τοῦ θείου
παλατίου, υἱὸς τοῦ τῆς μακαρίας
μνήμης Εὐσεβίου, ἀπὸ τῆσδε τῆς
μεγαλοπόλεως Ἀλεξανδρείας,
οἰκῶν ὄπιθεν τοῦ μαρτυρίου
τοῦ ἁγίου Βαπτιστοῦ Ἰωάννου
ἐν τοῖς ἰδίοις, καὶ Ὀλυμπιόδωρος
ὁ ἐλλογιμώτατος σχολαστικός,
συνήγορος τοῦ Αὐγουσταλιανοῦ
φόρου, υἱὸς τοῦ τῆς ἀρίστης
μνήμης Εὐτυχιανοῦ, οἰκῶν
πλησίον τοῦ Μεγάλου Τετραπύλου
ἐν τοῖς ἰδίοις, ἀλλήλων ἐγγυηταὶ
καὶ ἀλλήλων μανδάτορες,
Φλαουΐῳ Μαξιμίνῳ τῷ λαμπροτάτῳ
καὶ ἐλλογιμωτάτῳ σχολαστικῷ,
συνηγόρῳ τοῦ Αὐγουσταλιανοῦ
φόρου, υἱῷ τοῦ τῆς ἀρίστης
μνήμης Γαΐου, ὁμολογοῦσιν
τὰ ὑποτεταγμένα. κατὰ τὴν
ἐνάτην καὶ εἰκάδα τοῦ Μεσορὴ
μηνὸς τῆς πρώτης ἰνδικτίονος
ἐπὶ τῆς ὑπατείας τοῦ δεσπότου
ἡμῶν καὶ αὐτοκράτορος Φλαουΐων
Ἀναστασίου τοῦ αἰωνίου
Αὐγούστου τὸ πρῶτον καὶ Ῥούφου
τοῦ λαμπροτάτου οἱ προγεγραμμένοι
Ἰουλιανὸς ὁ λαμπρότατος καὶ
Ὀλυμπιόδωρος ὁ ἐλλογιμώτατος
ἀλληλέγγυον ἐξέθεντο
γραμματεῖον εἰς Μαξιμῖνον
τὸν ἐλλογιμώτατον σχολαστικὸν
κεφαλαίου νομισμάτων χιλίων
τετρακοσίων πεντήκοντα
πέντε τόκον ἐπερωτηθέντες
ἡμιεκατοστιαῖον. δραμόντων δὲ
ἐξ οὗπερ τὸ γραμματεῖον συνετέθη
ἄχρι τριακάδος τοῦ παρελθόντος
μηνὸς Παῦνι τῆς παρούσης
τρίτης ἐπινεμήσεως μηνῶν
εἴκοσι δύο , συνήχθη λόγῳ τόκων
τοῦ αὐτοῦ χρέους νομίσματα
ἑκατὸν ἑξήκοντα , ὡς συντείνειν
τά τε τοῦ κεφαλαίου καὶ τῶν τόκων
εἰς νομισμάτια χίλια ἑξακόσια
δεκαπέντε . τούτων οὕτως
ἐχόντων ὁ προγεγραμμένος
λαμπρότατος Ἰουλιανὸς ὑπὲρ
ἑξακοσίων ἑβδομήκοντα πέντε
νομισμάτων παρέσχετο
Μαξιμίνῳ τῷ ἐλλογιμωτάτῳ
κηπία δύο καὶ τὰ συγκυροῦντα
αὐτοῖς πάντα σὺν παντὶ αὐτῶν
τῷ δικαίῳ κείμενα ἐν τῇ
Ταφοσιριακῇ ταινίᾳ πρὸς τῇ
καλουμένῃ Γλυκαίᾳ ἤτοι Ὑδρηγοῖς
πλησίον τῆς Μαρείας λίμνης
ἀκολούθως τῇ περὶ τούτου
γενομένῃ εἰς αὐτὸν ἀσφαλείᾳ
κατὰ τὴν ἐνεστῶσαν καὶ
προγεγραμμένην ἡμέραν,
ἥτις ἐστὶν ἐννεακαιδεκάτη
τοῦ ὄντος μηνὸς Ἐπεὶφ τῆς
παρούσης τρίτης ἰνδικτίονος.
περιστάντος οὖν τοῦ χρέους
μετὰ τὴν τῶν εἰρημένων
κηπίων καὶ τῶν συγκυρούντων
αὐτοῖς καταβολὴν εἰς ἐννακόσια
τεσσαράκοντα νομίσματα
εὔσταθμα, κεχάρακται μὲν
τὸ πρότερον γραμματεῖον
καὶ ἀπέμεινεν παρὰ Μαξιμίνῳ
τῷ ἐλλογιμωτάτῳ διὰ τὴν τῶν
χρόνων ἀπόδειξιν, ἀναγκαίως δὲ
τόδε τὸ γραμματεῖον ἐξέθεντο
οἱ προγεγραμμένοι Ἰουλιανὸς
ὁ λαμπρότατος καὶ Ὀλυμπιόδωρος
ὁ ἐλλογιμώτατος σχολαστικός,
διʼ οὗ ὁμολογοῦσιν ἔχειν
καὶ χρεωστεῖν τῷ δικαίῳ τῆς
ἀλληλεγγύης καὶ τοῦ μανδάτορος
Μαξιμίνου τοῦ ἐλλογιμωτάτου
τὰ ἀπομεμενηκότα μετὰ τὴν
τῶν εἰρημένων κηπίων
καὶ τῶν συγκυρούντων αὐτοῖς
παράδοσιν λόγῳ κεφαλαίου
χρεωστούμενα νομίσματα
ἐννακόσια τεσσαράκοντα
εὔσταθμα καὶ διδόναι τούτων
εἰς τὸν ἑξῆς χρόνον τὸν αὐτὸν
ἡμιεκατοστιαῖον μηνιαῖον
τόκον ὅνπερ εἶχεν καὶ τὸ
πρότερον γραμματεῖον μέχρι
τελείας ἀποδόσεως τῶν
ἐννακοσίων τεσσαράκοντα
νομισμάτων ἀκοιλάντως,
ἀριθμουμένου τοῦ πρώτου
μηνὸς ἀπὸ νεομηνίας τοῦ ὄντος
μηνὸς Επεὶφ τῆς παρούσης
τρίτης ἰνδικτίονος, τὰ δὲ
ἐννακόσια τεσσαράκοντα
νομίσματα εὔσταθμα διδόναι
καὶ καταβάλλειν τῷ λαμπροτάτῳ
καὶ ἐλλογιμωτάτῳ σχολαστικῷ
Μαξιμίνῳ καὶ παντὶ τῷ
κυρίως τὴν μεθοδείαν ποιουμένῳ
ἡνίκα ἂν ἀπολαβεῖν βουληθείη
ἀνυπερθέτως καὶ δίχα τῆς
τυχούσης παρολκῆς καὶ ἀντιλογίας
καὶ δίκης καὶ κρίσεως καὶ παντοίας
νομίμου παραγραφῆς, καὶ μὴ
ἐξεῖναι αὐτοῖς βουλομένου
τοῦ αὐτοῦ ἐλλογιμωτάτου ἀνδρὸς
ἀπολαβεῖν τὸ χρέος καὶ τὴν
μεθοδείαν ποιουμένου
ὑπερθέσθαι περὶ τὴν
ἀπόδοσιν, οὐκ ἧττον τῶν
ἐννακοσίων τεσσαράκοντα
νομισμάτων εὐστάθμων
διδόναι ἢ κοιλᾶναι καὶ ἂν ἕνα μῆνα
τὴν χορηγίαν τοῦ ἡμιεκατοστιαίου
τόκου ἢ λέγειν τι δεδωκέναι
χωρὶς ἐγγράφου ἀποχῆς τῆς αὐτοῦ
ἐλλογιμότητος ἢ λυτρώσεως
τοῦδε τοῦ γραμματείου. εἰ δὲ
ὑπερτιθεμένων αὐτῶν
περὶ τὴν ἀπόδοσιν ἀναγκασθείη
ὁ αὐτὸς ἐλλογιμώτατος ἀνὴρ τῆς
μεθοδείας χάριν δικαστηρίοις
χρησάμενος ἢ καὶ ἐκτὸς
δικαστηρίου ἀναλώματα
ἢ ζημιώματα ποιήσασθαι,
ὁμολογοῦσιν Ἰουλιανὸς
ὁ λαμπρότατος καὶ Ὀλυμπιόδωρος
ὁ ἐλλογιμώτατος κατὰ ταῦτα
σύμπαντα ἀλληλεγγύως διδόναι
καὶ ἀποκαταστῆσαι τῷ αὐτῷ
ἐλλογιμωτάτῳ ἀνδρὶ κατὰ τὴν
αὐτοῦ πίστιν, καὶ γίγνεσθαι τὴν
περὶ πάντων εἴσπραξιν κατὰ τὰ
προγεγραμμένα Μαξιμίνῳ τῷ
ἐλλογιμωτάτῳ σχολαστικῷ
καὶ παντὶ τῷ κυρίως τὴν
μεθοδείαν ποιουμένῳ ἔκ τε
Ἰουλιανοῦ τοῦ λαμπροτάτου καὶ
Ὀλυμπιοδώρου τοῦ ἐλλογιμωτάτου
καὶ παρʼ ὁποτέρου αὐτῶν
ἐνεχομένου τῷ δικαίῳ τῆς
ἀλληλεγγύης καὶ τοῦ μανδάτορος
καὶ οὐκ ἐλευθερουμένου ἀπὸ
ἐπιλογῆς ἢ προκατάρξεως
ἢ διαδικασίας ἢ μερικῆς καταβολῆς
εἰ μὴ διὰ τελείας ἀποδόσεως
καὶ παρὰ κληρονόμων αὐτῶν
καὶ παντοίων διαδόχων καὶ
διακατόχων καὶ ἐκ τῶν
ὑπαρχόντων αὐτοῖς καὶ ὑπαρξόντων
κινητῶν καὶ ἀκινήτων καὶ
αὐτοκινήτων, ἅτινα καὶ νῦν
ὑπέθεντο τῇ αὐτοῦ ἐλλογιμότητι
γενικῶς καὶ ἰδικῶς ἕκαστον
ἐνεχύρου ὑποθήκης δικαίῳ.
καὶ ἐπωμόσαντο θεὸν τὸν
παντοκράτορα καὶ τὴν
εὐσέβειαν καὶ νίκην τοῦ
καλλινίκου καὶ αὐτοκράτορος
ἡμῶν δεσπότου Ἀναστασίου
τοῦ αἰωνίου Αὐγούστου κύριον
φυλάξαι τόδε τὸ γραμματεῖον
καὶ μὴ αἰτιάσασθαι αὐτὸ ἢ μέμψασθαι
τρόπῳ μηδενὶ καὶ εἰς τὰ
προγεγραμμένα πάντα ἐπερωτηθέντες
Ἰουλιανὸς ὁ λαμπρότατος καὶ
Ὀλυμπιόδωρος ὁ ἐλλογιμώτατος
ὑπὸ Μαξιμίνου τοῦ ἐλλογιμωτάτου
σχολαστικοῦ κατὰ πρόσωπον
ὡμολόγησαν. ἐγράφη
παρὰ Ζωσιμᾷ συμπράττοντι
Ἰωάννῃ συναλλαγματογράφῳ
πεδατούρας οἴκου Καίσαρος. ☧ Φλάουϊος Ἰουλιανὸς
ὁ λαμπρότατος τριβοῦνος τοῦ θείου παλατίου υἱὸς τοῦ τῆς μακαρίας
μνήμης Εὐσεβίου ὁ προγεγραμμένος ἐθέμην τόδε τὸ γραμματεῖον
ἅμα Ὀλυμπιοδώρῳ τῷ ἐλλογιμωτάτῳ σχολαστικῷ ἐς ἀλληλεγγύης εἰς σὲ Μαξιμῖνον τὸν ἐλλογιμώτατον σχολαστικὸν
καὶ ὁμολογῶ κατὰ τὴν προκειμένην διήγησιν ἔχειν καὶ χρεωστεῖν τῷ δικαίῳ τῆς ἀλληλεγγύης καὶ τοῦ μανδάτορος τῆς σῆς
ἐλλογιμότητος τὰ ἀπομεμενηκότα μετὰ τὴν τῶν εἰρημένων
κηπίων καὶ τῶν συγκυρόντων αὐτοῖς παράδοσιν λόγῳ κεφαλαίου
χρεωστούμενα τῇ σῇ ἀρετῇ χρύσινα εὔσταθμα ἐννακόσια τεσσαράκοντα ἀπὸ τῶν χιλίων ἑξακοσίων δεκαπέντε ὡς προγέγραπται
νομισμάτων καὶ διδόναι τούτων εἰς τὸν ἑξῆς χρόνον τὸν αὐτὸν
ἡμιεκατοστιαῖον τόκον ὅνπερ εἶχεν καὶ τὸ πρότερον ἡμῶν γραμματεῖον, ὃ καὶ κατακεχάρακται καὶ ἀπέμεινεν παρὰ σοὶ διὰ τὴν τῶν
χρόνων ἀπόδειξιν ἀπὸ νεομηνίας τοῦ ὄντος μηνὸς Επεὶφ
τῆς παρούσης τρίτης ἰνδικτίωνος μέχρι τελείας ἀποδόσεως
ἀκοιλάντως, τὰ δὲ ἐννακόσια τεσσαράκοντα χρύσινα εὔσταθμα διδόναι καὶ καταβάλλειν τῇ σῇ ἐλλογιμότητι ὁμολογῶ
…[…]…ρ…[…]…[…]ε[…]…[…]κ[…]… ὁπηνίκα ἂν βουληθείης ἀνυπερθέτως καὶ πάντα μοι συμφωνεῖ τὰ προγεγραμμένα,
ἐφʼ οἷς καὶ ὑπεθέμην τὰ ἐμὰ ὑπάρχοντα καὶ ὑπάρξοντα γενικῶς
καὶ ἰδικῶς καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀναγνοὺς ἀπέλυσα. ☧
☧ Φλάουϊος Ὀλυμπιόδωρος ὁ λαμπρότατος υἱὸς τοῦ τῆς ἀρίστης
μνήμης Εὐτυχιανοῦ ὁ προγεγραμμένος ἐθέμην
τόδε τὸ γραμματεῖον ἅμα Ἰουλιανῷ τῷ λαμπροτάτῳ τριβούνῳ
ἐξ ἀλληλεγγύης εἰς σὲ Μαξιμῖνον τὸν ἐλλογιμώτατον σχολαστικὸν
καὶ ὁμολογῶ κατὰ τὴν προκειμένην διήγησιν ἔχειν
καὶ χρεωστεῖν τῷ δικαίῳ τῆς ἀλληλεγγύης καὶ τοῦ μανδάτορος τῆς σῆς ἐλλογιμότητος τὰ ἀπομεμενηκότα μετὰ τὴν
τῶν εἰρημένων κηπίων καὶ τῶν συγκυρούντων
αὐτοῖς παράδοσιν λόγῳ κεφαλαίου χρεωστούμενα τῇ σῇ ἀρετῇ χρύσινα εὔσταθμα ἐννακόσια
τεσσαράκοντα ἀπὸ τῶν χιλίων ἑξακοσίων δεκαπέντε
ὡς προγέγραπται νομισμάτων καὶ διδόναι τούτων εἰς
τὸν ἑξῆς χρόνον τὸν αὐτὸν ἡμιεκατοστιαῖον τόκον,
ὅνπερ εἶχεν καὶ τὸ πρότερον ἡμῶν γραμματεῖον, ὃ καὶ
κατακεχάρακται καὶ ἀπέμεινεν παρὰ σοὶ διὰ τὴν
τῶν χρόνων ἀπόδειξιν ἀπὸ νεομηνίας τοῦ ὄντος
μηνὸς Ἐπεὶφ τῆς παρούσης τρίτης ἰνδικτίωνος μέχρι τελείας
ἀποδόσεως ἀκοιλάντως, τὰ δὲ ἐννακόσια τεσσαράκοντα χρύσινα εὔσταθμα διδόναι καὶ καταβάλλειν
τῇ σῇ ἐλλογιμότητι ὁμολογῶ ὡς …
… ὁπηνίκα ἂν ἀπολαβεῖν βουληθείης
ἀνυπερθέτως καὶ πάντα μοι συμφωνεῖ τὰ προγεγραμμένα
καὶ ὑπεθέμην τὰ ἐμὰ ὑπάρχοντα καὶ ὑπάρξοντα
γενικῶς καὶ ἰδικῶς καὶ ἐπερωτηθεὶς ὡμολόγησα
καὶ ἀναγνοὺς ἀπέλυσα. † Αὐρήλιος Κάνωπος υἱὸς Θεοφίλου
τοῦ τῆς μακαρίας μνήμης, ἐρέτης, οἰκῶν ὄπιθεν τοῦ μαρτυρίου τοῦ ἁγίου Βαπτιστοῦ Ἰωάννου πρὸς τόπῳ Πραϋλίου
ἐν τοῖς …ιανοῦ, μαρτυρῶ τῷδε τῷ γραμματείῳ. Αὐρήλιος Σέλευκος υἱὸς τοῦ τῆς μακαρίας μνήμης Ἰωάννου,
οἰκῶν πρὸς τόπῳ Πραϋλίου ἐν τοῖς ἰδίοις, μαρτυρῶ τῷδε τῷ γραμματείῳ.
Αὐρήλιος Πέτρος υἱὸς τοῦ μακαρίου Τιμοθέου, οἰκῶν ἄντικρυς
[…] ἐν τοῖς ἰδίοις, μαρτυρῶ τῷδε τῷ γραμματείῳ
† Ζωσιμᾶς συμπράττων Ἰωάννῃ συναλλαγματογράφῳ
πεδατούρας οἴκου Καίσαρος ἐτέλεσα. †
Μαξιμῖνος λαμπρότατος σχολαστικὸς † Ἰουλιανῷ τῷ θαυμασιωτάτῳ τριβούνῳ υἱῷ Εὐσεβίου
[…]…[…]…[…] τοῦ αἰδεσίμου πραγματευτοῦ
[…]…ναποθηκ…[…]… φρ[…]…[…]νος τὰ χρεωστηθέντα μοι
διὰ τῆς προαναφερομένης δανειακῆς συγγραφῆς ἐκτεθείσης
[…]…ου ἔκ τε ἀρχαίου καὶ τόκων καὶ εἰς πλῆρες ταῦτα κομισάμενος ἀναδέδωκα τῇ σῇ θαυμασιότητι τὸ γραμματεῖον.
Μεχεὶρ κ, ἰνδικτίωνος ὀγδόης, ὑπατείᾳ Φλαουΐου Ἰωάννου τοῦ λαμπροτάτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.