no image
DDbDP-text
Resignation of Claims to an Estate via HGV-meta
Son's resignation of claims to his father's estate for 400 drachmas. Copy of an agreement from Tebtynis in AD 59/60 in which the young man Papontos acknowledges receiving 400 silver drachmas from his father Orsenouphis as his eldest son's share of the inheritance in advance. In return he gives up his claim to his father's house and courtyard and promises not to sue his father or brothers. machine translation
Linked by Trismegistos ID
TM 9745.
Each record below describes this same artifact or text from a different angle.
ἀντίγραφον ὁμολογίας. ἔτους ἕκτου Νέρωνος Κλαυδίου
Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς
[…]εἰκάδι ἐν Τεβτύνι τῆς Πολέμωνος
μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Παποντῶς
ὡς ἐτῶν εἴκοσι δύο οὐλὴ σιαγόνι δεξιᾷ τῶι ἑαυτοῦ
πατρὶ Ὀρσενοῦφι Παποντῶτος ὡς ἐτῶν τεσσεράκοντα
οὐλὴ[…]ωι ἀπέχειν παρʼ αὐτοῦ παραχρῆμα
διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς τετρακοσίας
καταλειφθησομένας αὐτῶι ὑπὸ τοῦ προγεγραμμένου πατρὸς αὐτοῦ Ὀρσενούφεως μετὰ τὴν ἑαυτοῦ
τελευτὴν καὶ καθεσταμένας αὐτῶι δοθῆναι ὑπὲρ πρεσβείας ἐξίσταντος τοῦ ὁμολογοῦντος τῆς ὑπαρχούσης
τῶι αὐτῶι Ὀρσενοῦφι οἰκίας καὶ αὐλῆς ἐν τῇ προγεγραμμένῃ κώμῃ Τεβτύνι ἐφʼ ἣς ἔθετο τῶι υἱῶι Παποντῶτι πρὸς τὴν ἑαυτοῦ γυναῖκα Θενμάρωνα …[…]
συγγραφῆς τροφίτιδος ἣν καὶ μένειν κυρίαν ἐν
[…]ἑτέραις διαστολαῖς καὶ περὶ ἑτέρας μεριτείας καὶ μὴ ἐπελεύσεσθαι τὸν ὁμολογοῦντα Παποντῶτα ἐπὶ τὸνπατέρα Ὀρσενοῦφιν μηδὲ ἐπὶ τοὺς τούτου
υἱοὺς ὄντας δὲ καὶ τοῦ Παποντῶτος ἀδελφοὺς περὶ ὧν
προγέγραπται καθότι πρόκιται. ὑπογραφεὺς τοῦ μὲν
ὁμολογοῦντος[…] Πτολεμαίου ὡς ἐτῶν τεσσαράκοντα[…]οὐλὴ[…]ἐξ ἀριστερῶν, καὶ τοῦ ἄλλου
[…]ὡς ἐτῶν[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.