no image
DDbDP-text
Bodenpachtvertrag via HGV-meta
Lease of mortgaged land in the Hermopolite nome. A lease from Hermopolis, dated 19 September 513, in which the farmer Aurelius Theodoros leases from Aurelia Kyra alias Eustorgia 9 1/2 arouras and a quarter share of a cistern that Theonilla had mortgaged to her. He pays 81 carats of gold annually in Thoth, as interest on a loan of 37 solidi, until the mortgage is redeemed. machine translation
Linked by Trismegistos ID
TM 18122.
Each record below describes this same artifact or text from a different angle.
[r]
† ὑπατείας Φλαυίων Κλημεντίνου καὶ Πρόβου τῶν ὑπερφυεστάτων Θὼθ κβ ἑβδόμης ἰνδικτιῶνος.
Αὐρηλίᾳ Κύρᾳ τῇ καὶ Εὐστοργίᾳ τῇ εὐγενεστάτῃ θυγατρὶ τοῦ τῆς λογίας μνήμης Ἀβρααμίου
ἀπὸ τῆς Ἑρμουπολιτῶν παρα Αὐρηλίου Θεοδώρου Κολλούθου βραδέως ὑπογράφοντος γεωγροῦ
ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς
σῆς εὐγενείας ἐφʼ ὅσον χρόνον διακατέχεις τὴν γενομένην σοι ὑποθήκην παρὰ
Θεονίλλας Ἐπιφανίου ἀπὸ τῆς αὐτῆς πόλεως λογιζόμενον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς
ὀγδόης ἰνδικτιῶνος καὶ αὐτῆς τὰς ὑποτεθείσας τῇ σῇ εὐγενείᾳ παρὰ τῆς προλεχθείσης
Θεονίλλας ἀρούρας ἐννέα ἥμισυ σὺν τετάρτῳ μέρει λάκκου μετὰ παντὸς δικαίου
διακειμένας ἐν περιώματι Τραισε ὑπὸ τὴν παραφυλακὴν τῶν ἀπὸ κώμης
Ἄρεως τοῦ Ἑρμουπολίτου νομοῦ εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρῶμαι.
φόρου ἤτοι ἐτησίας ἐπικερδίας τῶν ἐπικερδείας αὐτῇ παρὰ τῆς σῆς κοσμιότητος νομισματίων
τριάκοντα ἑπτὰ ἀκολούθως τῷ ἐμφανισθέντι μοι ἐπιστάλματι χρυσοῦ κερατίων
ὀηδοήκοντα ἑνὸς ὅνπερ χρυσικὸν φόρον ἤτοι παραμυθείαν ἀποδώσω τῇ σῇ εὐγενείᾳ
ἐν μηνὶ Θὼθ ἑκάστου ἔτους ἀνυπερθέτως μέχρι ἐπιλύσεως τῆς αὐτῆς
ὑποθήκης. τὸ γράμμα τῆς μισθώσεως κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
Αὐρήλιος Θεόδωρος Κολλούθου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Γερόντιος
Πέτρου διάκονος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου.
Αὐρήλιος Ἰωάννης Ἑρμοῦ ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου.
Αὐρήλιος Νεώτερος Φοιβάμμωνος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου.
† διʼ ἐμοῦ Πινουτίωνος ἐγράφη … Θὼθ κβ ἰνδικτιῶνος ζ.
[v]
μίσθωσις Θεοδώρου Κολλούθου ἀπὸ Ἑρμουπόλεως
…
[… ? lines lost …]
[… 3 lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.