no image
DDbDP-text
[r]
[… ? lines lost …]
[…]…[…]
εἰς τοὺς καρποὺς […]…[…]…[…]…τ…[…]
ταύτας ἀροτριάσαι τρίτον καὶ ποτίσαι τρίτον διὰ τῶν ἰδίων μου
ζῴων καὶ φυλάξαι τοὺς τούτων καρποὺς ἄχρι τῆς αὐτῶν
μεταφορᾶς· ὁμολογῶ γὰρ ἀπεντεῦθεν πεπληρῶσθαι παρά σου
τῆς τούτων τελείας μισθοφορίας, καὶ εἰ μὴ δώσω τὸν
τρίτον αὐτῶν ποτισμόν, παρέξω σοι ὑπὲρ αὐτοῦ κεράτια δεκαοκτώ· εἰ δὲ συμβαίη με ἢ ἄλλον τινὰ κωλῦσαί σε λαβεῖν τοὺς
αὐτῶν καρπούς, ὁμολογῶ διδόναι σοι ὑπὲρ αὐτῶν χρυσοῦ νομισμάτια
ὀκτὼ δίχα κρίσεως καὶ δίκης κινδύνῳ ἐμῷ καὶ πόρῳ τῆς
ἐμῆς παντοίας ὑποστάσεως· ἡ παροῦσα μισθαποχὴ κυρία καὶ
βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Βίκτωρ …ουλοῦτος ὁ προκείμενος ἐθέμην
ταύτην τὴν μισθαποχὴν ὡς πρόκειται. † Κολλοῦθος Ἰσακίου ἐλάχιστος διάκονος
των ε…εγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος †. † Αὐρήλιος
Ἐλισαῖος Φοιβάμμωνος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθαποχῇ
ἀκούσας παρὰ τοῦ θεμένου †. † Αὐρήλιος Πέτρος Κολ …
ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ προκειμένῃ μισθαποχῇ ἀκούσας
παρὰ τοῦ θεμένου †.
δι’ ἐμοῦ Κολλούθου σὺν θεῷ συμβολαιογράφου …θ
[v]
[…][…]…ακ διὰ Βίκτορος Λουλοῦτος γεωργ…π… Ἑρμοῦ πολ †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.