no image
DDbDP-text
[r]
ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ
καὶ ὁμοουσίου τρίαδος πατρὸς καὶ υἱοῦ
καὶ ἁγίου πνεύματος, βασιλείας τοῦ θειοτάτου
ἡμῶν δεσπότου Φλαυίου Ἡρακλείου τοῦ αἰωνίου
Αὐγούστου Αὐτοκράτορος ἔτους ἕκτου,
Παῦνι δευτέρᾳ πέμπτης ἰνδικτιῶνος,
Αὐρήλιος Ἴσακος υἱὸς Λουλοῦτος
βραδέως ὑπογράφων γεωργὸς
ἀπὸ τῆς Ἑρμουπολιτῶν † Φλαυίῳ
Βίκτορι τῷ εὐδοκιμωτάτῳ υἱῷ
τοῦ μακαρίτου Κύρου ἀπὸ τῆς
αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ
ἐκμεμισθωκέναι σοι πρὸς μόνον
ἐνιαυτὸν ἤτοι ἐπὶ τῶν καρπῶν τῆς
σὺν θεῷ ἕκτης ἰνδικτιῶνος ἄρουραν μίαν περὶ …ε
…[…] ἑξήκοντα […]… σὺν παντὶ τῷ
δικαίῳ … ἐφʼ ᾧ ἐμὲ σπεῖραι ταύτην
ἐν χόρτῳ καὶ λαβεῖν τοὺς ταύτης
χλωροὺς καὶ ξηροὺς χόρτου μέχρι
τῆς ταύτης ῥίζης ἐμοῦ ἑτοίμου
ὄντος ποιτίσαι αὐτὴν τέταρτον
διὰ τῶν ἐμῶν ζῴων καὶ τροφῶν
αὐτῶν καὶ μισθοῦ βουκόλων καὶ
φυλάξαι τοὺς ταύτης χόρτους
μέχρι τῆς αὐτῶν μεταφορᾶς.
ὁμολογῶ γὰρ ἀπεντεῦθεν πεπληρῶσθαι
παρὰ σοῦ τῆς ταύτης μισθοφορίας
ἐν προδόματι, εἰ δὲ παραβαίην τὰ
παρόντα σύμφωνα ἢ κωλύσω σε
λαβεῖν παρʼ ἐμοῦ τοὺς ταύτης
ξηροὺς χόρτους, παρέξω σοι ὑπὲρ τῆς
τιμῆς χρυσοῦ νομισμάτια τρία
κινδύνῳ ἐμῷ πόρῳ τῆς
ἐμῆς παντοίας ὑποστάσεως.
ἡ παροῦσα μισθαποχὴ κυρία καὶ
βεβαία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
Αὐρήλιος Ἴσακος Λουλοῦτος
ὁπροκείμενος ἐθέμην τὴν μισθαποχὴν
ὡς πρόκειται. † † Αὐρήλιος …
ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθαποχῇ ἀκούσας
παρὰ τοῦ θεμένου. † † Θεοδωράκιος Δαμασκίου
ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθαποχῆ
ἀκούσας παρὰ τοῦ θεμένου. †
† διʼ ἐμοῦ Ἰσάκου σὺνθεῷ συμβολαιο†γράφου ἐγράφη.
[v]
μισθαποχὴ ἀρούρης α … ἐν χόρτῳ ϛ ἰνδικτιῶνος γενομένη παρὰ Ἰσάκου Λουλοῦτος γεωργοῦ ἀπὸ Ἑρμοῦ πόλεωςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.