no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9140.
Each record below describes this same artifact or text from a different angle.
ὁμολογεῖ Αὐρήλιος
Ἡλιόδωρος Διδίμου μητρὸς
Ἀλιλλῆς ἀπὸ ἀμφόδου Βιθυνῶν ἄλλων τόπων πεπρακέναι Αὐρηλίῳ Ἁτρῇ Ἀβὸχ
μητρὸς Θερμούθιος ἀπὸ κώμης
Ἀρσινόης ὄνον πῶλον μικρὸν
μέλανα τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους ἀργυρίου
δραχμῶν τετρακισχιλίων,
ἥνπερ τιμὴν ἀπέσχεν ὁ πεπρακὼς παρὰ τοῦ πριαμένου
πλήρης διὰ χειρὸς τοῦτον τοιοῦτον ἀναπόρριφον. ἡ πρᾶσις
κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησεν.
ἔτους ιε καὶ ιδ καὶ ζ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ
καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου
καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων
Θὼθ θ. Αὐρήλιος Κολλᾶς πέπέπρακα καὶ ἔσχον τὴν τιμὴν
πλήρης ὡς πρόκιται. Αὐρήλιος
Ἥρων ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.