no image
DDbDP-text
Division of a catoecic olive grove at Karanis. A contract from Karanis in the reign of Trajan in which Petesouchos son of Papontos and Thaesis daughter of Pasion, acting with a guardian, divide between them a jointly held one-aroura olive grove of catoecic land in three plots near Psenarpsenesis. Each takes a half share, and the boundaries of each portion are described. machine translation
Linked by Trismegistos ID
TM 9175.
Each record below describes this same artifact or text from a different angle.
ἔτους[…]Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς
[…] ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦσιν
ἀλλήλοις ΠετεσοῦχοςΠαποντῶτος ὡς ἐτῶν τριάκοντα οὐλὴ ὑπὸ δάκτυλον πρῶτον
χειρὸς[…]καὶ Θαῆσις Πασίωνος ὡς ἐτῶν τριάκοντα δύο ἄσημος ἀστὴ μετὰ κυρίου τοῦ
[…]…… Φαήσιος ὡς ἐτῶν […]ντα πέντε οὐλὴ πήχει δεξιῶι διαιρῆσθαι
πρὸς ἑαυτοὺς ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσαν αὐτοῖς ἕκαστος καθὰ ἔχει
[…]τοῦ ἐλαιῶνος ἐν κατοικικῆι τάξει ἄρουραν μίαν ἢ ὅση ἐὰν ἦ, ἐν τρισὶ σφραγῖσι περὶ Ψεναρψενῆσινκαὶ ἐξ ἧς πεποίηνται πρὸς ἑαυτοὺς ἐξ εὐδοκοῦντος συμφώνου διαιρέσεως, ἐπανειρῆσθαι τὸν μὲν
Πετεσοῦχον εἰς τὸ ἐπιβάλλον αὐτῶι ἥμισυ μέρος τήν τε ὅλην τρίτην σφραγῖδα, ἧς γείτονες νότου
ὃ ἐπανείρηται ἡ Θαῆσις ἐκ τῆς πρώτης σφραγῖδος μέρος, βορρᾶ Ἀφροδισίας τῆς Ἀπολλοδώρου καὶ Χαριδήμου
τοῦὈννώφρεως ἐλαίων, λιβὸς τοῦ αὐτοῦ Χαριδήμου ἐλαιών, ἀπηλιώτου Θερμούθιος ἐλαιών, καὶ τὸ λοιπόν
εἰς συμπλήρωσιν τοῦ ἐπιβάλλοντος αὐτῶι ἡμίσους μέρους ἐκ τοῦ πρὸς λίβα μέρους τῆς πρώτης σφραγῖδος,
οὗ γείτονες νότου διῶρυξ, βορρᾶ Χαριδήμου τοῦ Ὀννώφρεως ἐλαιών, πρὸς λιβὸς τῆς Θερμούθιος ἐλαιών,
πρὸς ἀπηλιώτην ὃ ἐπανείρηται ἡ Θαῆσις μέρος, τὴν δὲ Θαῆσιν εἰς τὸ καὶ αὐτῆι ἐπιβάλλον μέρος τήν τε ὅλην
δευτέραν σφραγῖδα, ἧς γείτονες νότου διῶρυξ, βορρᾶ Ἀφροδισίας τῆς προγεγραμμένης ἐλαιών, λιβὸς τῆς Θερμούθιος ἐλαιών,
ἀπηλιώτου[…]ἐλαιών, καὶ τὸ λοιπὸν εἰς συμπλήρωσιν τοῦ ἐπιβάλλοντος αὐτῆι ἡμίσους μέρους ἐκ τοῦ
πρὸς ἀπηλιώτην μέρους τῆς πρώτης σφραγῖδος, οὗ γείτονες νότου διῶρυξ, βορρᾶ ἣν ἐπανείρηται ὁ
Πετεσοῦχος τρίτην σφραγῖδα[…]…[…]ἡμίσους μέρους καὶ χαριδήμου ἐλαιών, λιβὸς ὃ ἐπανείρηται ὁ Πετεσοῦχος μέρος,
ἀπηλιώτου Θερμούθιος ἐλαίων. τὰ κατὰ τὴν διαίρεσιν γεγενῆσθαι κατὰ ἐπιβολὴν μενόντος παντὸς ἐδάφους
[…] καὶ …[…]…[…]…ων καὶ ὁ τῶν αὐτῶν ἐν τοῖς κατὰ τήνδε
τὴν[…]…[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.