no image
DDbDP-text
Letter from Tasoucharion to her brother Neilos about a house and a census return. A private letter from Tasoucharion to her brother Neilos, written in the Arsinoite nome in the 2nd century AD. She reports handing over security documents for a house, asks for news about the house and about the census registration so she can sail up to join him, tells him not to sell the grain, and sends many greetings. machine translation
Linked by Trismegistos ID
TM 28189.
Each record below describes this same artifact or text from a different angle.
[r]
Τασουχάριον Νείλῳ τῷ
ἀδελφῷ πολλὰ χαίρειν.
πρὸ μὲν πάντων εὔχομαίσε
ὑγιαίνειν καὶ τὸ προσκύνημα σου ποιῶ παρὰ τῷ κυρίῳ Σαράπιδι. γίνωσκε, ὅτι δέδωκα
Πτολεμαίου καλαμεσιτὰ ἀσφάλίσματα τῆς οἰκίας εἰς τὸ Δημητρῖον. εὖ οὖν ποιήσῃς γράψον μοι
περὶ τῆς οἰκίας ὅτι τί ἔπραξας,
καὶ τὸν ἀρραβῶνα τοῦ Σαραπίωνος παράκλητος δέδωκα αὐτῷ,
καὶ γράψον μοι περὶ τῆς ἀπογραφῆς.
εἰ ποιεῖς τὴν ἀπογραφὴν ἐμο[…]
καλῶς ποιεῖς ει…οπ…α…α καὶ
γράψον μοι ἐντάχιον, ἵνα ἑτοιμάσω καὶ ἀναπλεύσω πρός σε.
καὶ περὶ τῶν σιταρίων, μὴ πώλει
αὐτά. ἀσπάζομαι τὴν ἀδελφήν μου
Ταοννῶφριν καὶ τὴν θυγατέρα Βελλαίου.
ἀσπάζεταί σε Δίδυμος καὶ Ἡλιόδωρος.
ἀσπάζεται ὑμᾶς Πτολεμαῖος καὶ Τιβερῖνος καὶ Σαραπίων. ἀσπάζομαι
Σαραπίωνα Ἰμούθου καὶ τὰ τέκνα αὐτοῦ
καὶ Σῶμα καὶ τὰ τέκνα αὐτοῦ καὶ τὴν γυναῖκα
καὶ Ἥρωνα καὶ Ταβοὺς καὶ Ἰσχυρίαινα.
ἀσπάζεται ὑμᾶς Σατορνεῖλος. ἐρρῶσθαί σε
εὔχομαι. ἀσπάζεται Τασουχάριον Πε…ιν
καὶ τὰ τέκνα αὐτῆς. Ἑλένη ἀσπάζεται
τὴν μητέρα μου πολλὰ καὶ τοὺς ἀδελφούς.
ἀσπάζεται ὑμᾶς Χαιρήμων …νος.
[v]
ἀπόδος Νείλῳ ἀπὸ Τασουχαρίου ἀδελφῆς Τασάχου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.