no image
DDbDP-text
Private Letter via APIS-papyrus
Letter from Terentianus to his sister Tasoucharion about baskets and supplies. A private letter from Claudius Terentianus, a soldier, to his sister Tasoucharion, telling her he has sent baskets and asking her to report on their contents, requesting jars of olyra and radish oil, and announcing he hopes to visit soon. He sends greetings to many relatives and encloses papyrus so she can reply. machine translation
Linked by Trismegistos ID
TM 27094.
Each record below describes this same artifact or text from a different angle.
[r,ctr]
Τερεντιανὸς Τασουχαρίῳ
τῇ ἀδελφῇ πλεῖστα χαίρειν.
πρὸ μὲν πάντων εὔχομαί σε
ὑγιαίνειν μετὰ τῶν σῶν πάντων. κόμισαι παρὰ τοῦ ἀποδιδόντος σοι τὸ ἐπιστόλιον καλάθιον ἐν ᾧ ὃ ἐὰν εὑρίσκεις
αὐτὸ ἀντιγράψεις μοι. καὶ διὰ
Οὐαλερίου τοῦ χρυσοχοῦ ἄλλο σοι ἀπέσταλκα. καλῶς οὖν
ποιήσεις κομισαμένη ἀντιγράψαι μοι καὶ περὶ τῆς σωτηρίας ὑμῶν καὶ οὗ ἐὰν χρείαν ἔχῃς. καὶ ἐγὼ γὰρ ἐλπίζω ταχέως πρὸς ὑμᾶς ἀνελθεῖν. πᾶν
ποίησον φροντίσαι ἡμῖν κεράμια δύο τὰ μέγιστα ὀλυρῶν καὶ ἀρτάβην ἐλαίου ῥαφανίνου. ἔπεμψά σοι ὀριγάνιν
τὸ συνπαρὰ τῷ ἐλαίῳ. καὶ εἰ
ἔλαβες παρὰ Πτολεμαίου
ἃ ἔγραψα …[…]…δη…οι γράψον
μοι …[…] τὰς δύο ἀρτάβας …[…]…αν καὶ ἔχῃ
ἵνα […] ἐνθάδε ἀναβάς.
ἀσπάζεταί σε τὰ τέκνα ἡμῶν
[…]α…[…] καὶ.
[…]…[…]
[r,md]
[…]… ἄσπασαι Π……[…]…κράτην σὺν ὅλῳ τοῦ οἴκου
αὐτοῦ καὶ Πτολεμαῖον τὸν Ἀρίου σὺν γυναιξὶ καὶ τοῖς
τέκνοις. ἄσπασαι Πτολεμαῖον καὶ Τιβερῖνον καὶ Τιεπ…
[…]…ικει[…] ἀσπαράγου πέμψαι νέον
[…]ιν διὰ Μέλανος, ὅτι ἐρωτῶμέν σε, πατήρ, πέμψον
[…]ιν ἕν. ἀσπάζονταί σε οἱ ἐν τῇ συνοικίᾳ πάντες
[…]ι κατʼ ὄνομα. ἔπεμψά σοι χάρτην ἵνα ἔχῃς μοι
γράφειν περὶ τῆς ὑγιείας ὑμῶν. ἐρρῶσθαι σε εὔχομαι εἰς αἰῶνα.
[v]
ἀπόδος Τασουχαρίῳ παρὰ Τερεντιανοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.