no image
DDbDP-text
Offer to lease a cattle yard with storerooms in Arsinoe. An offer to lease in which Aurelius Sarapion proposes to rent a cattle yard with two storerooms for chaff and fodder in the city of Ptolemais Euergetis (Arsinoe) for five years at 100 drachmas a month. The owner handles structural repairs and the lessee daily upkeep; it is dated 15 March 306. machine translation
Linked by Trismegistos ID
TM 9258.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
ἀμφόδου Ἀπολλωνίου Ἱερακίου παρὰ Αὐρηλίου Σαραπίωνος μητρὸς
[…]απέας ἀπὸ ἀμφόδου Βιθυνῶν Ἄλλων Τόπων. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὴν ὑπάρχουσάν σοι ἐν τῇ μητροπόλει ἐπʼ ἀμφόδου
Φρεμεὶ αὐλὴν βοῶν, ἐν ᾗ κέλλαι δύο πρὸς ἀπόθεσιν ἀχύρου
καὶ χόρτου ἐπὶ χρόνον ἔτη πέντε ἀπὸ τοῦ ὄντος μηνὸς Φαμενώθ,
ἐνοικίου κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμῶν ἑκατὸν, δραχμαὶ ρ,
ἀνυπολόγων καὶ ἀκινδύνων, καὶ οὐκ ἐξέσται μοι ἐντὸς τοῦ
χρόνου προλιπεῖν τὴν μίσθωσιν κατʼ οὐδένα τρόπον, τῆς
τῆς αὐλῆς καὶ τῶν κελλῶν ἐκ καινῆς ἐπισκευῆς ἢ ἀνοικοδομίας οὔσης πρὸς σὲ τὸν κτήτορα, τῆς δὲ κατὰ μέρος ἐπιμελείας καὶ φροντίδος οὔσης πρὸςἐμὲ τὸν μισθούμενον,
τὸ δὲ ἐνοίκιον ἀποδώσω κατὰ …[…]…κ μῆνα τῇ πέμπτῃ ἀκοιλάντως καὶ μετὰ τὸν χρόνον παραδώσω τὴν αὐλὴν καὶ τὰς
κέλλας σὺν ταῖς ἐφεστῶσι θύραις καὶ κλειδὶ ἐξοδίῳ, καθὼς
καὶ ἐγὼ παρέλαβον, ἐὰν φαίνηται μισθῶσαι καὶ ἐπερωτηθεὶς
ὡμολόγησα. ἔτους ιδ καὶ β τῶν κυρίων ἡμῶν
Κωνσταντίου καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Σεουήρου καὶ Μαξιμίνου
τῶν ἐπιφανεστάτων Καισάρων Φαμενὼθ ιθ
Αὐρήλιος Σαραπίων μεμίσθωμαι
ὡς πρόκειται. Αὐρήλιος Πωλίων
ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.