no image
DDbDP-text
Linked by Trismegistos ID
TM 28196.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἀντώνιος Μάξιμος Σαβίνῃ
τῇ ἀδελφῇ πλεῖστα χαίρειν.
πρὸ μὲν πάντων εὔχομαί
σε ὑγιαίνειν, καὶ ἐγὼ γὰρ αὐτὸς
ὑγιαίνω. μνείαν σου ποιούμενος παρὰ τοῖς ἐνθάδε θεοῖς
ἐκομισάμην ἓν ἐπιστόλιον
παρὰ Ἀντωνείνου τοῦ συνπολείτου ἡμῶν, καὶ ἐπιγνούς
σε ἐρρωμένην λίαν ἐχάρην·
καὶ ἐγὼ διὰ πᾶσαν ἀφορμὴν
οὐχ ὀκνῶ σοι γράψαι περὶ
τῆς σωτηρίας μου καὶ τῶν
ἐμῶν. ἄσπασαι Μάξιμον
πολλὰ καὶ Κοπρὴν τὸν κῦριν
μου. ἀσπάζεταί σε ἡ σύμβιός μου Αὐφιδία καὶ Μάξιμος
ὁ υἱὸς μου, οὗ ἐστιν τὰ γενέσια Ἐπεὶπ τριακὰς καθʼ Ἕλληνας, καὶ Ἐλπὶς καὶ Φορτουνᾶτα. ἄσπασαι τὸν κύριον
[…] καὶ …[…]…ον Ἁτρῆν καὶ
[…]ε[…] καὶ Αν[…]ν καὶ
[…]…[…]…ουν τὴν
[…]ραν καὶ
[…]ιαν καὶ
[…]ν.
ἐρρῶσθαί σε εὔχομαι.
[v]
Σαβίνῃ ἀδελφῇ ἀπὸ Ἀντωνίου Μαξίμου ἀδελφοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.