no image
DDbDP-text
[r]
† καὶ τὴν νῦν εὐκαιρίαν εὑρὼν προσέγραψα τῇ σῇ […]
τὰ περὶ τῆς ὑγιείας σου, ἐπειδὴ μέλει μοι […]…[…]
τητος οὐ κατέχον. ἰδοὺ δὲ ἕως τα[…]… ἡμέρας […]
ἀναμένοντες τὰ πλοῖα τῶν οἰνοπρατῶν, ἃ Θεοῦ κελεύοντoς […]
ἐν Ἀλεξανδρείᾳ. λοιπὸν εὖξαι με[…] κύριον, εἴ τι δὲ γρ[…]
…[…]… τὸν αὐτὸν κύριoν Ἀντῶνιν καὶ […]ιος γὰρ παρεσκεύασεν καὶ τὸν κύριoν
γράψαι αὐτῷ χάριν τούτου· ἃ δέ ἔγραψά σοι εἰς τὰς προτέρας ἐπιστολὰς οὐκ ἔπεμψα.
θέλησον οὖν διὰ συντομίας τὸ καταπέμψαι καὶ περὶ Λεοντακίου ὥσπερ ἔγραψά σοι.
καὶ ἀρέσκει σοι ἀσπάζεσθαι πολλὰ ἐξ ἐμοῦ τὸν θεῖον σου καὶ ὅλον τὸν οἶκον αὐτοῦ
καὶ τὸν κύριον Στέφανον καὶ τὴν κυρίαν Χριστοδώραν καὶ τὴν κυρίαν Ἀντωνίαν.
ἄνελθε δὲ καὶ προσκύνησον τοὺς πόδας τῆς κυρίας καὶ τῆς κυρίας εὐλόγως,
ὡς ἐξ ἐμοῦ. ὁ κύριος τῆς δόξης ἀξιώσῃ με καὶ κατὰ πρόσωπον περιπτύξασθαί σε
ὑγιαίνουσαν· ἐφ’ ἑκάστης δὲ εὐκαιρίας σήμανόν μοι τὴν ὑγίειάν σου. ἐὰν δὲ
παραβραδύνωμεν, σφάξον τὸ χοιρίδιον καὶ μὴ ἀναμείνῃς με· ὡς νομίζω γὰρ
ἔχομέν τι πρᾶξαι. εἰ δὲ καὶ χρείαν ἔχεις εἰς αὐτὸ λιποῦ κριθαρίου, εἰπὲ τῷ κυρίῳ Ἀντωνίῳ
καὶ παρέχει σοι, καὶ ἐμοῦ μεταληψομένου τοῦ λοιποῦ ὑπολογοῦμαι αὐτῷ. † μηνὶ Φαῶφι α †
[v]
[…] τῇ ποθεινοτάτῃ μου ἀδελφῇ Γεν†ναδίᾳ † Ἰωα†ννάκιοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.