no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9382.
Each record below describes this same artifact or text from a different angle.
Σοκνοπαίου Νήσου κάμηλοι δ
[…] Ἑρμίνῳ …[…]
διὰ Πάππου γεγυμνασιαρχηκότος διαδόχου
καὶ Σερήνῳ βασιλικῷ γραμματεῖ τῆς αὐτῆς
διὰ Εὐδαίμονος διαδόχου
παρὰ Τεσενούφεως Τεσενούφεως πρεσβυτέρου, ἐπικαλουμένου
Σείφωνος, καὶ Πακύσιος υἱοῦ
Τεσενουφεως νεωτέρου, ἐπικαλουμένου
Κιαλῆτος, ἀμφοτέρων ἀπὸ κώμης
Σοκνοπαίου Νήσου, διὰ φροντιστοῦ
Τεσενούφεως τοῦ Τεσενούφεως.
οὓς ἀπεγραψάμην τῷ διεληλυθότι ϛ ἔτει καμήλους
δ ἀπογράφομαι καὶ εἰς τὸ ἐνεστὸς
ζ ἔτος. διὸ ἐπιδίδωμι.
ἀπεγράφησαν παρὰ στρατηγῷ κάμηλοι δ.
Μεχεὶρ β. ἀπεγράφησαν παρὰ βασιλικῷ
κάμηλοι δ. Μεχεὶρ γ.
ἐξηριθμήθη συμφώνως
ἐξηριθμήθη συμφώνως.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.