no image
DDbDP-text
Verpachtung einer Bäckerei, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18559.
Each record below describes this same artifact or text from a different angle.
Πρωτάρχωι
παρὰ Εἰρηναίου τοῦ Σώτου καὶ παρὰ Ἀρτεμιδώρου
τοῦ Διδύμου Πέρσου τῆς ἐπιγονῆς καὶ τῆς τούτου
γυναικὸς Ἑρμιόνης τῆς Χαιρήμονος Περσίνης μετὰ
κυρίου τοῦ ἀνδρός. συνχωροῦσιν Ἀρτεμίδωρος καὶ Ἑρμιόνη μεμισθῶσθαι παρὰ τοῦ Εἰρηνάου ἐπὶ χρόνον μῆνας δέκα ἓξ ἀπὸ Παχὼν τοῦ ἐνεστῶτος
ἑπτακαιδεκάτου ἔτους Καίσαρος τὸ ὑπάρχον αὐτῷ ἐργαστήριον κλιβάνιον ἐν τῷ Βῆτα ἐν τῇ Εὐδαίμονος
λεγομένῃ ῥύμῃ πλησίον τοῦ Ρυαμωνος ἐκ τῆς Με[…]…ρες […]…τος κτήσεως σὺν τοῖς ἐν αὐτῷ κλιβάνοις δυσίν τε καὶ κλιβανικοῖς σκεύεσιν τηλίᾳ θ[…]
[…]ς φόρου τοῦ ἑσταμένου καθʼ ἡμέραν ἑκάστην
ὀβολῶν δύο , οὓς καὶ τελέσουσι τῷ Εἰρηνάῳ τὴν ἡμέραν ἐν τῇ ἡμέρᾳ ἀνυπόλογον παντὸς ὑπολόγου
καὶ ἀνηλώματος τῶν ἐπισκευῶν τοῦ ἐργαστηρίου
καὶ δοκῶν ἀντενβόλων καὶ ὠλενῶν στεγνώσεων,
ἔτι δὲ καὶ τοῦ ὑπὲρ τοῦ ἐργαστηρίου διδομένου
ἐνοικίου καὶ τῶν ὑπὲρ …… τῆς ἐργασίας πάντων ὄντων πρὸς τοὺς
μεμισθωμένους Ἀρτεμίδωρον καὶ Ἑρμιόνην,
οὓς καὶ ἀπὸ τοῦ νῦν ἀντέχεσθαι τῆς μισθώσεως
καὶ τὰ περιγινόμενα ἀποφέρεσθαι εἰς τὸ ἴδιον μὴ
ἐξόντος αὐτοῖς ἐγλιπεῖν τὴν μίσθωσιν ἐντὸς τοῦ
χρόνου μηδὲ ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον ἀντι[…]…
[…]ι ἕτερον ἐργαστήριον τῷ κλιβανίῳ ἐντὸς πλέθρων κυκλόθεν πέντε , τοῦ δὲ χρόνου διελθόντος παραδώσειν τὸ ἐργαστήριον καθαρὸν ἀπό τε σίτου καὶ
τῆς ἄλλης ἀκαθαρσίας σὺν τοῖς κατʼ αὐτὸ σκεύεσι
καὶ κλιβάνοις οἷα ἐὰν ἔτι ᾖ ἐκ τῆς χρήσεως, ἔτι δὲ
καὶ ἀπὸ ἐνοικίων καὶ τελῶν ὁμοίως καθαρόν, ἐὰν δέ
τι τούτων παραβαίνωσιν, εἶναι αὐτοὺς παραχρῆμα
ἀγωγίμους καὶ συνέχεσθαι μέχρι τοῦ ἐξουδενῆσαι καὶ ἐκτελέσαι καὶ ἐκτεῖσαι τʼ Εἰρηναίωι
ὃ ἐὰν ἐνοφειλήσωσιν πρὸς τὸν ἡμερήσιον φόρον
σὺν ἡμιολίαι καὶ οὗ ἐὰν μὴ παραδῶσι τὴν ἀξίαν καὶ τὸ
βλάβος καὶ δαπανήματα καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς φ καὶ
τὸ ὡρισμένον πρόστιμον τῆς πράξεως γινομένης τῷ Εἰρηναίωι ἔκ τε αὐτῶν ὄντων ἀλληλεγγύων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αὐτῶν
αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων
καθάπερ ἐκ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκωσι πίστεων πασῶν σκέπης πάσης μηδὲν ἧσσον ἐξουσίας οὔσης τῷ Εἰρηναίῳ ἐὰν μὲν παρασυγγράψωσι μεθισταμένῳαὐτοὺς ἐντὸς
τοῦ χρόνου[…]
[… 11 lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.