no image
DDbDP-text
Dienstvertrag, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18569.
Each record below describes this same artifact or text from a different angle.
Πρωτάρχωι τῶι ἐπὶ τοῦ κριτηρίου
παρὰ Ταφεσιήους τῆς Βουκόλου μετὰ κυρίου … Πρωτάρχου τοῦ Δωρίωνος Ζηνείου καὶ παρὰ Πρωτάρχης τῆς …ρ…
Περσίνης μετὰ κυρίου τοῦ ἀνδρὸς Σεν…
Διομήδους. συγχωρεῖ ἡ Πρωτάρχη ἔχειν παρὰ τῆς Ταφεσιήους
δάνειον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Πτολεμαικοῦ δραχμὰς ἑκατόν, ἀντὶ
δὲ τούτων καὶ τῶν τόκων αὐτῶν καὶ δεόντων καὶ ἱματισμοῦ ἐπάναγκες
τὴν Πρωτάρχην ἐπὶ χρόνον ἔτη τρία ἀπὸ Μεχεὶρ τοῦ ἐνεστῶτος δευτέρου καὶ εἰκοστοῦ ἔτους Καίσαρος παραμενεῖν τῇ Ταφεσιῆτι ἐν ᾧ κέκτηται
αὐτὴ ἡ Ταφεσιὴς ζυτοπωλίωι ἐπιτελοῦσαν τὰ ἐπιταχθησόμενα
αὐτῇ ἐν τούτωι ὑπὸ τῆς Ταφεσιῆτος ἀκαθυστερήτως μὴ γεινομένη μήτε ἀπόκοιτος
μηδʼ ἀφήμερος ἀπὸ τῆς Ταφεσιῆτος ἄνευ τῆς αὐτῆς γνώμης,
ἅτε ἐὰν λάβῃ ἢ πιστευθῇ σῶα συντηρήσειν καὶ ἀποδώσειν ταῦτα
τῇ Ταφεσιῆτι ἢ ἐκτίνειν τὴν ἑκάστου ἀξίαν πλὴν συμφανοῦς ἀπωλείας
ἧς καὶ φανερᾶς γενηθείσης ἀπολελύσθω, καὶ μὴ ἐκλείψειν τὴν παρμονὴν
ἐντὸς τοῦ χρόνου, ἐὰν δέ τι παραβαίνῃ, ἐκτίνειν αὐτὴν τὰς τοῦ
ἀργυρίου δραχμὰς ἑκατὸν σὺν ἡμιολίαι καὶ τόκους διδράχμους καὶ τὸ
βλάβος καὶ δαπάνημα καὶ ἄλλας ἀργυρίου δραχμὰς ἑκατὸν τῆς πράξεως
οὔσης τῇ Ταφεσιῆτι ἔκ τε αὐτῆς Πρωτάρχης καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ
καθάπερ ἐκ δίκης, καὶ μὴ ἐπιφέρειν πίστεις ἢ ἀκύρους εἶναι, καὶ τὴν δὲ
Ταφεσιῆν ἐπιτελούσης αὐτῆς Πρωτάρχης ἕκαστα ἀκολούθως
τρέφειν καὶ ἱματίζειν αὐτὴν ἐπὶ τὸν χρόνον καὶ μὴ ἀποτρείψασθαι ἐντὸς
τούτου, οὗ καὶ διελθόντος μηδὲν ἁπλῶς λαβοῦσαν ἀπολύσειν αὐτὴν
τῆς ἐκτίσεως … τῶν τοῦ ἀργυρίου δραχμῶν ἑκατὸν καὶ προσδώσειν αὐτῇ
ἐκ τοῦ ἰδίου ἄλλας ἀργυρίου δραχμὰς τεσσαράκοντα καὶ λύσιν
ποιήσεσθαι τῆσδε τῆς συγχωρήσεως ἢ τῶι ἴσῳ ἐπιτίμωι
ἔνοχον εἶναι. ἀξιοῦμεν
μες
ἔτους κβ Καίσαρος Ἁθὺρ ιζ
[… 5 lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.