no image
DDbDP-text
Verkauf einer Goldgießerei (παραχώρησις) , Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18570.
Each record below describes this same artifact or text from a different angle.
Ἀχαιῶι τῶι ἐπὶ τοῦ ἐν τῆι αὐλῆι κριτηρίου
παρὰ Εὐαγγέλου τοῦ Ἀρχωνήου Φιλομητορείου καὶ παρὰ Ἀπολλωνίου τοῦ
Σαραπίωνος[…]νο…… Ἀλεξανδρε[…]
χωρὶς τοῦ κριτηρίου …
[…] κεφαλαίου προσκομισάμενος τὰς λοιπὰς τοῦ ἑσταμένου
παραχωρητικοῦ ἀργυρίου κεφαλαίου δραχμὰς τριακοσίας ἕως ἐνάτης Φαμενὼθ
τοῦ ἐνεστῶτος ιβ ἔτους Καίσαρος παραχωρήσειν ἢ τῶι αὐτῷ ἢ οἷς ἐὰν
συντάσσηι διὰ τοῦ τῆς στοᾶς λογιστηρίου τὸ ὑπάρχον αὐτῷ ἐν τῷ
Βῆτα ἐν τῆι τετραγώνῳ στοᾷ ἐν τῷ ἔσω κύκλωι ἐργαστηρίδιον χρυσοχοῦν σὺν τοῖς ἕνεκα τούτου ᾠκοδομημένοις
κιλλίβασιν …[…]τι κατιόντι δὲ εἰς τὸν λίβα, οὗ
γείτονες νότωι Εἰρηναῖος βορρᾶι Ἀπολλοφάνης λιβὶ ὁδὸς ἀπηλιώτηι Σωσίβιος, τῶν τῆς παραχωρήσεως δαπανημάτων ὄντων πρὸς αὐτὸν τὸν παραχωρούμενον, ἐπὶ δὲ
τούτοις τὸν Ἀπολλώνιον παρέχεσθαι τὴν παραχώρησιν
βεβαίαν καὶ ἀνέπαφον καὶ καθαρὰν ἀπὸ ἐνοικίων τῶν ἕως
τοῦ ἐνεστῶτος μηνὸς Μεχὶρ τοῦ ιβ ἔτους Καίσαρος, ἀπὸ δὲ ἰδιωτικῶν
διὰ παντὸς καὶ πάντα τὸν ἐπελευσόμενον ἢ ἐμποιησόμενον
αὐτὸν Ἀπολλώνιον ἀφιστάνειν παραχρῆμα τοῖς ἰδίοις δαπανήμασιν
καὶ μὴ ἐξεῖναι τῶι Ἀπολλωνίῳ λέγειν· οὐκέτι παρείληφα, ἀλλὰ
μηδʼ αὐτὸν κτᾶσθαι μηδὲ προσχρῆσθαι τῷ περὶ τῶν τοιούτων νόμωι ἢ ἐθισμῶι, ἐὰν δέ τι τούτων παραβαίνηι, χωρὶς
τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα ἔτι καὶ προσεκτίνειν αὐτὸν
ὃ εἴληφεν εἰς τὸ κεφάλαιον σὺν ἡμιολίᾳ παραχρῆμα καὶ ἄλλας
ὡς ἴδιον χρέος ἀργυρίου δραχμὰς πεντακοσίας καὶ τὰ βλάβη καὶ
δαπανήματα καὶ τὸ ὡρισμένον πρόστιμον τῆς πράξεως γινομένης
τῷ Εὐαγγέλωι ἔκ τε αὐτοῦ Ἀπολλωνίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθάπερ ἐκ δίκης, ἐὰν δὲ κατά τι στραγεύηται ὁ Ἀπολλώνιος ἐν τοῖς κατὰ τὴν παραχώρησιν,
ἐξεῖναι τῷ Εὐαγγέλωι θεματίσαντι ἐπὶ τράπεζαν ἔνθεσμον εἰς τὸ τοῦ Ἀπολλωνίου ὄνομα τὰς λοιπὰς τοῦ ἀργυρίου δραχμὰς τ
τοῦ περὶ τὴν τράπεζαν κινδύνου ὄντος πρὸς αὐτὸν Ἀπολλώνιον
καὶ μετενεγκόντι ἀντίγραφον τῆσδε τῆς συνχωρήσεως εἰς τὸ
τῆς στοᾶς λογιστήριον τὴν εἰς ἑαυτὸν ἢ εἰς οὓς ἂν αἱρῆται
παραχώρησιν ποιεῖσθαι ἐκ τοῦ τοῦ Ἀπολλωνίου ὀνόματος καὶ
τῶν συνεκπεμφθησομένων ἄνευ εἰκόνων μὴ προσδεηθέντι τῆς αὐτοῦ παρουσίας, τῶν δὲ πρὸς τὴν μεταφορὰν
δαπανημάτων ὄντων πρὸς αὐτὸν Ἀπολλώνιον, ἐὰν δὲ
μέρει τοῦ Ἀπολλωνίου ἑτοίμως ἔχοντος τὴν παραχώρησιν ποιεῖσθαι ἀκολούθως ὁ Εὐάγγελος μὴ προσαποδιδῷ αὐτῶι
ἐν τῷ ὡρισμένωι χρόνωι τὰς λοιπὰς τοῦ ἀργυρίου δραχμὰς τ, ἐκτίνειν
αὐτὸν ταύτας σὺν ἡμιολίᾳ καὶ τοῦ ὑπερπεσόντος χρόνου
τόκους διδράχμους τῆς μνᾶς ἑκάστης τοῦ μηνὸς ἑκάστου
διατεντι δὲ εντιας αισ…αι. ἀξιοῦμεν.
διορθωτέον ἔτους ιβ Καίσαρος Μεχεὶρ ηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.