no image
DDbDP-text
Darlehen mit Pfand, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18595.
Each record below describes this same artifact or text from a different angle.
κόλλημα
Πρωτάρχωι
παρὰ Γαίου Ἰουλίου Φιλίου καὶ παρὰ Μάρκου Μουνατίου Ἐπινα…
Πέρσου τῆς ἐπιγονῆς καὶ τῆς γυναικὸς Ἰσιδώρας τῆς Ἀρείου Περσίνης
μετὰ κυρίου τοῦ ἀνδρός. περὶ τῶν διεσταμένων συνχωρεῖ ὁ Γάιος Ἰούλιος
Φίλιος εἰληφέναι παρά τε τοῦ Μάρκου καὶ τῆς Ἰσιδώρας διὰ
τῆς Κάστορος κολλυβιστικῆς τραπέζης εἰς ἃ ἔλαβον παρὰ
αὐτοῦ ὅ τε Μᾶρκος καὶ Ἰσιδώρα σὺν Σέξστωι
Ποπιλλίωι Σαραπίωνι ὅσπερ μετήλλαχεν δάνεια δύο
κατὰ συγχωρήσεις τὰς διὰ τοῦ αὐτοῦ κριτηρίου γεγονυίας τῶι … ἔτει
Καίσαρος μίαν μὲν Μεχεὶρ δραχμῶν τετρακοσίων,
τὴν δὲ ἑτέραν τῶι Φαμενὼθ δραχμῶν ἑκατὸν πεντήκοντα
εἰς τὰς ἐπὶ τὸ αὐτὸ δραχμὰς φν ἐπὶ λόγωι ἀργυρίου δραχμὰς
διακοσίας εἴκοσι δύο , ἐκπεπληρῶσθαι
δὲ καὶ τοῖς ἀμφοτέρων τῶν δανείων τόκοις μέχρι Φαμενὼθ
τοῦ ἐνεστῶτος ιζ ἔτους Καίσαρος διὰ χειρὸς ἐξ οἴκου, ὥστε λοιπὰς
ὀφείλεσθαι αὐτῶι Γαίωι Ἰουλίωι Φιλίωι ὑπό τε τοῦ
Μάρκου καὶ τῆς Ἰσιδώρας ἀργυρίου δραχμὰς τριακοσίας εἴκοσι ὀκτώ, ἃς καὶ κομισάμενος ὁ Φίλιος καὶ
…[…]δεκαστην μητεκα…
ἐν ᾧ μεμέρικεν αὐτοῖς χρόνωι μηνῶν δύο
ἀπὸ Φαρμοῦθι τοῦ αὐτοῦ ἔτους λύσιν ποιήσασθαι τῶν προκειμένων
δανειστικῶν συγχωρήσεων δύο καὶ ἀναδώσειν τῇ
Ἰσιδώρᾳ ἢ τῶι καταβαλόντι αὐτῶν ἃς εἴληφεν παρʼ αὐτῆς ἐν ὑπαλλάγματι ἀσφαλείας
ἀντίγραφόν τε συγχωρήσεως καὶ διαθήκην κατὰ τοῦ ὑπάρχοντος αὐτῇ δούλου Ζωσίμου
, ἐὰν δὲ μὴ ἀποδῶσιν οἱ ὑπόχρεοι Μᾶρκος
καὶ Ἰσιδώρα διελθόντων τῶν δύο μηνῶν τὰς τοῦ ἀργυρίου δραχμὰς τκη
καὶ ταύτης γείνεσθαι τὴν πρᾶξιν τῷ Γαίωι Ἰουλίωι
Φιλίωι ἔκ τε αὐτῶν τῶν δύο ὄντων ἀλληλεγγύων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ ὁποτέρου
οὗ ἐὰν αὐτῶν αἱρῆται
καὶ ἐκ τοῦ δούλου Ζωσίμου καὶ ἐκ τῶν ἄλλων αὐτοῖς ὑπαρχόντων
ταῖς προκειμέναις συνχωρήσεσιν ἀκολούθως, ἐὰν δὲ συνβῇ τὸν δοῦλον διαδρᾶναι ἢ καὶ παθεῖν τι ἀνθρώπινον,
καὶ οὕτως εἶναι τὰ ὀφειλόμενα ἀκίνδυνα παντὸς
κινδύνου ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκωσιν
πίστεων πασῶν σκέπης πάσης. ἔτους ιζ Καίσαρος Φαρμοῦθι ιβ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.