no image
DDbDP-text
Anfang eines Vertrages; Inhalt nicht erkennbar, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18576.
Each record below describes this same artifact or text from a different angle.
[ctr]
Πρωτάρχωι
παρὰ Ἀμμωνίου τοῦ Διονυσίου Ζηνείου καὶ παρὰ Ἀλεξάνδρου τοῦ Νικοδείμου
Μακεδόνος. ἐπεὶ κατὰ τὰς διὰ τοῦ κριτηρίου τετελειωμένας ὑπό τε
τοῦ Ἀμμωνίου καὶ ἔτι τοῦ μετηλλαχότος τοῦ Ἀλεξάνδρου ἀδελφοῦ
Θεοδώρου τοῦ Νικοδείμου συνχωρήσεις δ σημαίνεται
κατὰ μὲν μίαν τῶι ιε ἔτει Καίσαρος Θωῦθ τὸν Ἀμμώνιον
πρὸς ἃς ἐδάνεισεν τῶι Θεοδώρωι κατὰ μνημονικὴν συγγραφὴν καὶ κατὰ διαγραφὴν διὰ τῆς Μαρίονος καὶ Θεογένους τραπέζης δραχμὰς φ καὶ τόκους προσβεβλῆσθαι διὰ τῶν πρακτόρων
τῶν τοῦ Θεοδώρου ὑπαρχόντων ἐν τῷ Αὐρινείτῃ τῆς
Ἀλεξανδρέων χώρας περὶ κώμην Σύρων γύου ϛ ἐπισήμου Παιδέρωτος καὶ Ἀβρυτάνου γῆν χέρσον κατακεκλυσμένην
ἥ ἐστιν ἀρουρῶν θ δ ιϛ λβ κοινῶν τὸ περιλελιμμένον αὐτῶι
μέρος ἥμισυ καὶ ἐν τῶι αὐτῶι γύωι καὶ ἐπισήμῳ ἄλλην ἐχομένην χέρσον
ἐκ τοῦ πρὸς νότον μέρους ὁμοίως κατακεκλυσμένην ἀρουρῶν ε
καὶ ἐν τῶι αὐτῷ γύωι καὶ ἐπισήμῳ ὁμοίως κατακεκλυσμένην ἀρούρας
ἥμισυ τέταρτον ἑκκαιδέκατον καὶ παρακεχωρῆσθαι τὸν αὐτὸν
Ἀμμώνιον παρὰ τοῦ Θεοδώρου διὰ τῶν πρακτόρων προσβολὴν τῶν
πρότερον Ἀριστίου τῆς Ἀριστίωνος ἐποικίου ἐν τῇ Σύρων κώμῃ καὶ
τῶν συνκυρόντων ἐργαστηρίων καὶ ψιλῶν τόπων καὶ οἰκοπέδων
εἰληφέναι τε τὸν αὐτὸν Ἀμμώνιον παρὰ τοῦ Θεοδώρου ἀπὸ τῶν τοῦ ἀργυρίου
δραχμῶν φ δραχμὰς σ καὶ πεπληρῶσθαι τοῖς τῶν φ δραχμῶν τόκοις ἕως τοῦ σημανθέντος χρόνου, ἔτι δὲ καὶ εἰληφέναι
εἰς τὸν τῆς προσβολῆς λόγον ὧν παρεχώρησεν αὐτῶι τῶν Ἀριστίου ἀργυρίου δραχμῶν …, κατὰ δὲ ἑτέραν
τὴν γεγονυῖαν τῶι αὐτῶι ἔτει Φαῶφι σημαίνεται τά τε προκείμενα
καὶ λοιπῶν οὐσῶν ἐν τῶι Θεοδώρωι ἀπὸ τῶν τοῦ ἀργυρίου δραχμῶν φ
δραχμῶν τ προσδεδανεῖσθαι παρὰ τοῦ Ἀμμωνίου διὰ τῆς τε …
αὐτῆς τραπέζης ἄλλας ἀργυρίου δραχμὰς φ, ὥστε γίνεσθαι ἐν τῶι Θεοδώρωι δραχμὰς ω,
ὧν καὶ ἀνενηνοχέναι εἰς τὸν Ἀμμώνιον ἐν τῇ αὐτῇ
συνχωρήσει δανείου συνχώρησιν, κατὰ δὲ τὴν τρίτην
τὴν γεγονυῖαν τῶι ιϛ ἔτει Καίσαρος Ἁθὺρ δηλοῦται τὰς προτέρας
συνχωρήσεις ἀναφέρεσθαι καὶ προσδεδανεῖσθαι τὸν Θεόδωρον παρὰ
τοῦ Ἀμμωνίου διὰ τῆς αὐτῆς Μαρίονος καὶ Θεογένους τραπέζης
ἐν μὲν τῶι Ἁθὺρ δραχμὰς σ, ἐν δὲ τῶι Παχὼν ἄλλας δραχμὰς σ, ὥστε
γενέσθαι ἐντὸς μηνῶνκζ τὰςπάσας ἀργυρίου δραχμὰς Ασ, ἃς καὶ ω…
[…]ωι[…]ε[…] διαγραψε … τὰς προκειμένας συνχωρήσεις τῶι Θεοδώρῳ
[…] συνχώρης, κατὰ δὲ τὴν τετάρτην
συνχώρησιν τὴν γεγονυῖαν τῶι αὐτῶι ιϛ ἔτει Καίσαρος Παῦνι ….
[… ? lines lost …]
[… ? lines lost …]
[Fr]
μὴ οὔσης τῆς βεβαιώσεως τῆς προκειμένης προσβολῆς πρὸς Ἀμμώνιον διὰ τῆς διὰ τῶν πρακτόρων συγχωρήσεως …Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.