no image
DDbDP-text
Rückzahlung eines Darlehns mit Pfand, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18594.
Each record below describes this same artifact or text from a different angle.
Πρωτάρχωι
παρὰ Ἀπολλωνίας τῆς Διονυσίου μετὰ κυρίου Δημητρίου τοῦ Ὡρίωνος Ἀλθαιέως καὶ παρὰ Ταφασιήους τῆς
Σαραπίωνος Ῥακώτιδος μετὰ κυρίου τοῦ τῆς ἀδελφῆς
αὐτῆς Νιτοίτιος υἱοῦ Ἑρμίου τοῦ Ψαμμητίχου.
περὶ τῶν διεσταμένων συνχωρεῖ ἡ Ταφασιὴς ἀπεσχηκέναι παρὰ τῆς Ἀπολλωνίας διὰ χειρὸς ἐξ οἴκου ἃς ἐδάνεισεν αὐτῇ τε Ἀπολλωνίᾳ καὶ ἔτι τῶι μετηλλαχότι αὐτῆς
ἀνδρὶ Ἰσιδώρωι Μενελάου ὁ μετηλλαχὼς τῆς
Ταφασιῆτος ἀνὴρ Διονύσιος Διονυσίου κατὰ συνχωρήσεις
διὰ τοῦ αὐτοῦ κριτηρίου δύο μίαν μὲν τῶι δ ἔτει Καίσαρος Φαῶφι
ἀργυρίου δραχμὰς ἑκατὸν πεντήκοντα, κατὰ δὲ τὴν ἑτέραν τῶι
ἑβδόμωι ἔτει Καίσαρος Ἁθὺρ ἀργυρίου δραχμὰς ὀκτακοσίας ἑβδομήκοντα δύο ἀμφοτέρων δὲ τῶν δανείων καὶ τοὺς τοῦ ὑπεργεγενημένου χρόνου τόκους διὰ τὸ τοῦ Διονυσίου μετηλλαχότος τὴν Ταφασιὴν προσεληλυθέναι αφ… τῇ κατοχῇ αὐτοῦ ἀκολούθως τοῖς τῆς χώρας νόμοις διὰ τὸ αὐτὴν κατέχειν τὴν Διονυσίου συγγραφὴν Αἰγυπτίαν καὶ εἶναι αὐτόθεν ἀκύρους τὰς δύο συνχωρήσεις, μὴ
ἐπελεύσεσθαι δὲ τὴν Ταφασιὴν μηδʼ ἄλλον ὑπὲρ αὐτῆς
ἐπὶ τὴν Ἀπολλωνίαν μηδʼ ἐπὶ τὰ ὑπὸ τοῦ Ἰσιδώρου
ἀπολελειμμένα μήτε περὶ Ἀπολλωνίας μήτε περὶ ἄλλου
μηδενὸς ἁπλῶς ὀφειλήματος ἢ ἀπαιτήματος ἐνγράπτου ἢ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν
χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας, τὸν δὲ καὶ ἐπελευσόμενον ἐπʼ αὐτὴν τούτων
χάριν ἐκ τοῦ κατὰ τὸν Διονύσιον ὀνόματος ἀπὸ τῆς αὐτῆς
ἀποστήσειν παραχρῆμα τοῖς ἰδίοις δαπανήμασιν, ἐὰν δέ τι τούτων παραβαίνῃ χωρὶς τοῦ
κύρια εἶναι τὰ συνκεχωρημένα ἔτι καὶ ἐνέχεσθαι αὐτὴν τοῖς τε βλάβεσι καὶ δαπανήμασι καὶ
τῷ ὡρισμένῳ προστίμωι, ἀνακεκομίσθαι δὲ καὶ ἡ
Ἀπολλωνία παρὰ τῆς Ταφασιῆτος ἃ ἔδωκε … κατα
αὐτή τε καὶ ὁ Ἰσίδωρος κατὰ τὰς συνχωρήσεις
βιβλία ὁ μὲν Ἰσίδωρος ἀντίγραφον ἀπογραφῆς κατὰ
μέρους ἡμίσους οἰκιδίου τοῦ ὄντος ἐν τῇ …δρα … τη ἔτι
δὲ …ας ἡ Ἀπολλωνία ὠνὴν ἐπί τι μέρος καὶ ἑτέρας συγγραφὰς
προκτητικὰς κατὰ τῆς ὑπαρχούσης ἑαυτῇ οἰκίας
ἐν τῇ αὐτῇ ἕδρᾳ, πάντα δὲ τὰ βιβλία …σα.
ἔτους ιζ Καίσαρος Φαρμοῦθι ηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.