no image
DDbDP-text
Ehevertrag via HGV-meta
Linked by Trismegistos ID
TM 18493.
Each record below describes this same artifact or text from a different angle.
Πρωτάρχωι
παρὰ Ἰσιδώρας τῆς Ἡρακλείδου τοῦ καὶ Διονυσίου μετὰ
κυρίου τοῦ ἀδελφοῦ Βακχίου τοῦ Ἡρακλείδου
τοῦ καὶ Διονυσίου Ἀλθαιέως καὶ παρὰ Διονυσίου τοῦ
Διονυσίου Ἰσιδείου. συγχωροῦσιν Ἰσιδώρα καὶ
Διονύσιος συνεληλυθέναι ἀλλήλοις πρὸς γάμον,
Διονύσιος δὲ καὶ εἰληφέναι παρὰ τῆς Ἰσιδώρας
διὰ χειρὸς ἐξ οἴκου φερνὴν ἱμάτια γυναικεῖα ἐν ἀργυρίου
δραχμαῖς ἑκατὸν ἐνωτίων χρυσῶν ζεῦγος τεταρτῶν
δύο καὶ ἀργυρίου Πτολεμαικοῦ ἐπισήμου
δραχμὰς ἑξήκοντα, τὸν Διονύσιον ἀπεσχηκότα τὴν προκειμένην φερνὴν τρέφειν καὶ
ἱματίζειν τὴν Ἰσιδώραν ὡς γυναῖκα γαμετὴν
κατὰ δύναμιν καὶ μὴ κακουχεῖν αὐτὴν μήδʼ ὑβρίζειν μήδʼ ἐγβάλλειν μήδʼ ἄλλην γυναῖκα
ἐπεισάγειν ἢ ἐκτίνειν τὴν φερνὴν σὺν ἡμιολίᾳ τῆς πράξεως γινομένης τῇ Ἰσιδώρᾳ ἔκ τε αὐτοῦ
Διονυσίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων
καθάπερ ἐκ δίκης, καὶ τὴν δὲ Ἰσιδώραν μήτε ἀπόκοιτον μήτε ἀφήμερον γείνεσθαι ἀπὸ τῆς
Διονυσίου οἰκίας ἄνευ τῆς Διονυσίου γνώμης
μηδὲ φθείρειν τὸν οἶκον μήδʼ ἄλλῳ ἀνδρὶ
συνεῖναι ἢ καὶ αὐτὴν τούτων τι διαπραξαμένην κριθεῖσαν στέρεσθαι τῆς φερνῆς, θέσθαι δὲ
αὐτοὺς καὶ τὴν ἐφʼ ἱεροθυτῶν περὶ γάμου
συνγραφὴν ἐν ἡμέραις χρηματιζούσαις πέντε
ἀφʼ ἧς ἂν ἀλλήλοις προείπωσιν καθʼ ἣν ἐνγραφήσεται ἥ τε φερνὴ καὶ τὰ ἄλλα τὰ ἐν ἔθει ὄντα καὶ
τὰ περὶ τῆς ὁποτέρου τῶν γαμούντων τελευτῆς, ὡς ἂν ἐπὶ τοῦ καιροῦ κοινῶς κριθῆι. ἀξιοῦμενSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.