Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

bgu.5.1210 Theadelphia (Arsinoites)

Der Gnomon des Idioslogos via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 9472. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[1] τοῦ γνώμονος, ὃν ὁ θεὸς Σεβαστὸς τῇ τοῦ ἰδίου λόγου ἐπιτροπῇ παρεστήσατο, καὶ τῶν ὑπὸ χεῖρα αὐτῷ προσγεγονότων ἤτοι ὑπὸ αὐτοκρατόρων ἢ συνκλήτου ἢ τῶν κατὰ καιρὸν ἐπάρχων ἢ ἰδίων λόγων τὰ ἐν μέσῳ κεφάλαια συντεμὼν ὑπέταξά σοι, ὅπως τῇ τῆς ἀναγραφῆς ὀλιγομερίᾳ τὴν μνήμην ἐπιστήσας εὐχερῶς τῶν πραγμάτων περικρατῇς. α ὧν ὁ φίσκος ἀναλαμβάνει τὰς οὐσίας, τούτων τοὺς τάφους περιεωρᾶτο. ὁ δὲ θεὸς Τραιανὸς μαθὼν ὅτι ἁπλῶς ἐπὶ προστροφῇ τοῦ φίσκου καὶ τῶν δανιστῶν πλείονος ἐπιμελείας τοὺς τάφους καταξιοῦσι, τὰ μὲν μνήματα αὐτοῖς συνεχώρησεν, τὰ δὲ κηποτάφια ἢ τοιαῦτα πωλεῖσθαι ἐκέλευσεν καὶ ἐντεινάμενος μόνοις χρεώσταις τοῦ φίσκου ἐκμπτορσι μένειν συνεχώρησεν τοὺς τάφους αὐτῶν οἷοι ἐὰν ὦσι. β […]…ιας τάφους ἀκαταχρηματίστους πωλεῖν οὐδενὶ ἐξὸν ἢ μόνοις Ῥωμαίοις. ὁ γὰρ θεὸς Ἁδριανὸς εἶπεν μηδὲν εἶναι παρὰ Ῥωμαίοις ἀκαταχρημάτιστον. γ τῶν εἰς ἀρχὴν εἰς ἴδιον λόγον εἰσδιδομένων ὁ πόρος πρὸ […]…[…]δ…κ…ου κρατεῖται τέταρτον. δ τῶν τελευτώντων ἀδιαθέτως οἷς οὐδείς ἐστιν [2] ἄλλος κατὰ νόμους κληρονόμος τὰ ὑπάρχοντα τῷ φίσκῳ προσκρίνεται. ε τὰ ὑπὸ Ἀλεξανδρέων οἷς οὐ προσήκει διατασσόμενα χωρεῖ τοῖς κατὰ νόμους κληρονομεῖν αὐτοὺς δυναμένοις, ἐάνπερ ὦσι καὶ ἐπιδικάζωνται. ϛ Ἀλεξανδρεῖ οὐκ ἐξὸν διατάξαι γυναικὶ γενεᾶς αὐτῷ ἐξ αὐτῆς μὴ οὔσης πλέον τετάρτου μέρους ἧς ἔχει περιουσίας, τέκνων δὲ αὐτῷ ἐξ αὐτῆς ὄντων οὐ πλείονος ἐξὸν μερίζειν τῇ γυναικὶ ἢ ὅσων ἐὰν ἑκάστῳ τῶν υἱῶν διατάξῃ. ζ διαθῆκαι, ὅσαι μὴ κατὰ δημοσίους χρηματισμοὺς γείνωνται, ἄκυροί εἰσι. η ἐὰν Ῥωμαικῇ διαθήκῃ προσκέηται ὅτι ὅσα δὲ ἐὰν διατάξω κατὰ πινακίδας Ἑλληνικὰς κύρια ἔστω, οὐ παραδεκτέα ἐστίν, οὐ γὰρ ἔξεστιν Ῥωμαίῳ διαθήκην Ἑλληνικὴν γράψαι. θ τοὺς ἀπελευθέρους τῶν ἀστῶν ἀτέκνους καὶ ἀδιαθέτους τελευτῶντας κληρονομοῦσιν οἱ πάτρωνες ἢ οἱ τούτων υἱοί, ἐὰν ὦσι καὶ ἐπιδικάζονται, θυγατέρες δὲ ἢ ἄλλος τις οὐ κληρονομήσουσι ἀλλὰ ὁ φίσκος. ι ὅσα ἐὰν ἀπελεύθερος διατάξηταί τινι οὐκ ὄντι τῆς αὐτῆς τάξεως, ἀναλαμβάνεται. ια γυνὴ Κρηνέα τέκνον οὐ κληρονομεῖ. ιβ τὰ ἐκ Κρηνέας καὶ ξένου γενόμενα τέκνα τοὺς γονεῖς ἀμφοτέρους κληρονομεῖ. [3] ιγ τὰ ἐξ ἀστῆς καὶ ξένου γενόμενα τέκνα ξένα γείνεται καὶ οὐ κληρονομεῖ τὴν μητέρα. ιδ οὐκ ἐξὸν ἀστῷ ἀπελευθέροις διατάσσειν πλέον φ δραχμῶν ἢ μηνιαίων δραχμῶν ε. ιε οὐκ ἐξὸν ἀπελευθέραις ἀστῶν διατίθεσθαι ὥσπερ οὐδὲ ἀσταῖς. ιϛ ὅσα ἀπελευθέροις Ῥωμαίων διατάσσεται ἐπὶ τῷ καὶ εἰς ἐγγόνους αὐτῶν ἐλθεῖν, ἐὰν ἀποδειχθῇ τὰ ἔγγονα μηδέπω γεγονότα ὅτε ἡ διάταξις ἐγράφετο, ἐγλιπόντων τῶν λαβόντων ἀναλαμβάνεται. ιζ τὰ καταλειπόμενα εἰς θυσίας κατοιχομένων, ὅταν μηκέτι ὦσιν οἱ ἐπιμεληθησόμενοι τούτων, ἀναλαμβάνεται. ιη τὰς κατὰ πίστιν γεινομένας κληρονομίας ὑπὸ Ἑλλήνων εἰς Ῥωμαίους ἢ ὑπὸ Ῥωμαίων εἰς Ἕλληνας ὁ θεὸς Οὐεσπασιανὸς ἀνέλαβεν, οἱ μέντοι τὰς πίστεις ἐξομολογησάμενοι τὸ ἥμισυ εἰλήφασι. ιθ τὰ διατασσόμενα ἀπελευθέροις οὐδέπω ἐσχηκόσι νομίμην ἀπελευθέρωσιν ἀναλαμβάνεται. νομίμη δέ ἐστιν ἀπελευθέρωσις, ἐὰν ὁ ἀπελευθερούμενος ὑπὲρ τρίακοντα ἔτη ἦν γεγονώς. κ δούλῳ ἐν δεσμοῖς γενομένῳ καὶ ὕστερον ἀπελευθερωθέντι ἢ καὶ μηδέπω τριάκοντα ἐτῶν γενομένῳ τὰ διατασσόμενα ἀναλαμβάνεται. κα ὁ ἐλευθερωθεὶς ἐντὸς τριάκοντα ἐτῶν καὶ οὐινδίκταν λαμβάνων διʼ ἐπάρχου ἴσος ἐστὶν τῷ μετὰ τριάκοντα ἔτη ἐλευθερωθέντι. κβ τῶν τελευτώντων Λατίνων τὰ ὑπάρχοντα δίδοται τοῖς πάτρωσι καὶ υἱοῖς αὐτῶν καὶ θυγατράσι καὶ κληρονόμοις, τὰ δὲ διατασσόμενα ὑπὸ μηδέπω ἐσχηκότων νομίμην ἐλευθερίαν Ῥωμαῖος ἀναλαμβάνεται. [4] κγ οὐκ ἐξὸν Ῥωμαίοις ἀδελφὰς γῆμαι οὐδὲ τηθίδας, ἀδελφῶν θυγατέρας συνκεχώρηται. Παρδαλᾶς μέντοι ἀδελφῶν συνελθόντων τὰ ὑπάρχοντα ἀνέλαβεν. κδ τὴν διδομένην προῖκα ὑπὸ γυναικὸς Ῥωμαίας ὑπὲρ πεντήκοντα ἔτη γεγονυίας ἀνδρὶ Ῥωμαίῳ ἐντὸς ἑξήκοντα ἐτῶν γεγονότι μετὰ θάνατον ὁ φίσκος ἀναλαμβάνει. κε ὁμοίως καὶ τὴν διδομένην ὑπὸ γυναικὸς ἐντὸς ν ἐτῶν οὔσης ἀνδρὶ ὑπὲρ ἑξήκοντα ἔτη γεγονότι ἀναλαμβάνει. κϛ καὶ ἂν Λατείνα ὑπὲρ πεντήκοντα ἔτη δῷ τι ὑπὲρ ἔτη ὁμοίως ἀναλαμβάνει. κζ ὅσα Ῥωμαῖος ἑξηκονταετὴς ἄτεκνος ἀγύναιος ὢν κληρονομεῖ, ἀναλαμβάνεται. ἐὰν δὲ ἔχῃ γυναῖκα τέκνα δὲ μὴ καὶ ἑαυτὸν προσανγείλῃ, τὸ ἥμισυ αὐτῷ συνχωρεῖται. κη γυνὴ ἐὰν ᾖ ἐτῶν ν, οὐ κληρονομεῖ, ἐὰν δὲ ἡττόνων καὶ ἔχῃ τέκνα γ, κληρονομεῖ, ἀπελευθερικὴ δέ, ἐὰν ἔχῃ τέκνα τέσσαρα . κθ Ῥωμαία ἐνγενὴς ἔχουσα οὐσίαν σηστερτίων κ, μέχρι ἄγαμός ἐστιν, δίδωσι κατʼ ἔτος ἑκατοστήν, καὶ ἀπελευθερικὴ δὲ ἔχουσα σηστερτίων κ τὸ αὐτὸ δίδωσι, ἕως ἂν γαμήσῃ. λ αἱ καταλειπόμεναι κληρονομίαι γυναιξὶ Ῥωμαίαις ἐχούσαις οὐσίας σηστερτίων ν ἀγάμοις καὶ ἀτέκνοις ἀναλαμβάνονται. λα Ῥωμαίᾳ ἐξὸν ἀνδρὶ καταλείπειν τὸ δέκατον ὧν κέκτηται, ἐὰν δὲ πλείονα, ἀναλαμβάνεται. λβ Ῥωμαῖοι ὑπὲρ ἑκατὸν σηστέρτια ἔχοντες ἄγαμοι καὶ [5] ἄτεκνοι οὐ κληρονομοῦσι, οἱ δὲ ἔλαττον ἔχοντες κληρονομοῦσι. λγ Ῥωμαίᾳ οὐκ ἐξὸν ὑπὲρ τὴν καλουμένην κουη εμπτιωνα διατάσσειν· ἀνελήμφθη δὲ καὶ ληγᾶτον καταλειφθὲν ὑπὸ Ῥωμαίας ἀφήλικι Ῥωμαίᾳ. λδ τοῖς ἐν στρατείᾳ καὶ ἀπὸ στρατείας οὖσι συνκεχώρηται διατίθεσθαι καὶ κατὰ Ῥωμαικὰς καὶ Ἑλληνικὰς διαθήκας καὶ χρῆσθαι οἷς βούλωνται ὀνόμασι, ἕκαστον δὲ τῷ ὁμοφύλῳ καταλείπειν καὶ οἷς ἔξεστιν. λε τοὺς στρατευομένους καὶ ἀδιαθέτους τελευτῶντας ἐξὸν τέκνοις καὶ συγγενέσι κληρονομεῖν, ὅταν τοῦ αὐτοῦ γένους ὦσι οἱ μετερχόμενοι. λϛ τῶν ἐπὶ φόνοις ἢ μείζοσιν ἁμαρτήμασιν κολαζομένων ἢ καὶ διʼ ὁμοίας αἰτίας αὐθαίρετον φυγὴν ἑλομένων τὰ ὑπάρχοντα ἀναλαμβάνεται, δίδοται δὲ τοῖς τέκνοις αὐτῶν τὸ δέκατον καὶ ταῖς γυναιξὶν αἱ ἐν ἀργυρίῳ προῖκες, καὶ αὐτοῖς δὲ τὸ δωδέκατον Ἀντωνῖνος Καῖσαρ ὁ κύριος συνεχώρησεν. λζ οἱ παρὰ προστάγματα βασιλέων ἢ ἐπάρχων τι πράξαντες ἀκαταλλήλως ἐζημιώθησαν οἱ μὲν τετάρτῳ μέρει τῆς οὐσίας οἱ δὲ ἡμισείᾳ, οἱ δὲ ἐξ ὅλων. λη οἱ ἐξ ἀστῆς καὶ Αἰγυπτίου γενόμενοι μένουσι μὲν Αἰγύπτιοι, ἀμφοτέρους δὲ κληρονομοῦσι τοὺς γονεῖς. λθ Ῥωμαίου ἢ Ῥωμαίας κατʼ ἄγνοιαν συνελθόντων 7 Αἰγυπτίοις τὰ τέκνα τῷ ἥττονι γένει ἀκολουθεῖ. μ τὰ περὶ τῶν ἐισαγόντων οὓς μὴ δεῖ εἰς τὴν Ἀλεξανδρέων πολιτείαν νῦν ἡγεμονικῆς γέγονεν διαγνώσεως. [6] μα ἐὰν Αἰγύπτιος ἐκ κοπρίας ἀνέληται παῖδα καὶ τοῦτον υἱοποιήσηται, μετὰ θάνατον τεταρτολογεῖται. μβ οἱ ἀκαταλλήλως χρηματίζοντες τεταρτολογοῦνται καὶ οἱ εἰδότες καὶ συνχρηματίσαντες αὐτοῖς τεταρτολογοῦνται. μγ Αἰγυπτίων μετὰ τελευτὴν τοῦ πατρὸς γραψάντων τὸν πατέρα Ῥωμαῖον τέταρτον ἀνελήμφθη. μδ Αἰγυπτίου ἀπογραψαμένου υἱὸν ὡς ἐφηβευκότα τῶν δύο τέταρτον ἀναλαμβάνεται. με ἐὰν ἀστὸς Αἰγυπτίαν γαμῆ καὶ τελευτήσῃ ἄτεκνος, ὁ φίσκος τὰ ἐπίκτητα αὐτοῦ ἀναλαμβάνει, ἐὰν δὲ τέκνα ἔχῃ, τὸ δίμοιρον ἀναλαμβάνει. ἐὰν δὲ ἦν προτετεκνωκὼς ἐξ ἀστῆς καὶ ἔχῃ τέκνα γ ἢ καὶ πλείονα, τούτοις χωρεῖ καὶ τὰ ἐπίκτητα, ἐὰν δὲ δύο τὸ τέταρτον ἢ τὸ πέμπτον, ἐὰν δὲ ἓν τὸ ἥμισυ. μϛ Ῥωμαίοις καὶ ἀστοῖς κατʼ ἄγνοιαν Αἰγυπτίαις συνελθοῦσι συνεχωρήθη μετὰ τοῦ ἀνευθύνους εἶναι καὶ τὰ τέκνα τῷ πατρικῷ γένει ἀκολουθεῖ. μζ ἀστὴ συνελθοῦσα Αἰγυπτίῳ κατʼ ἄγνοιαν ὡς ἀστῷ ἀνεύθυνός ἐστιν. ἐὰν δὲ καὶ ὑπὸ ἀμφοτέρων ἀπαρχὴ τέκνων τεθῇ, τηρεῖται τοῖς τέκνοις ἡ πολιτεία. μη ἀστοὶ γήμαντες Νησιώτιδας ὅμοιοί εἰσι τοῖς Αἰγυπτίοις συνελθοῦσι. μθ ἀπελευθέροις Ἀλεξανδρέων οὐκ ἐξὸν Αἰγυπτίαν γῆμαι. ν ἀπελευθέρας ἀστοῦ τετεκνωμένης ἐξ Αἰγυπτίου Νωρβᾶνος τὰ ὑπάρχοντα ἀνέλαβεν, Ῥοῦφος δὲ τοῖς τέκνοις ἔδωκε. να Σύρου καὶ ἀστῆς υἱὸς ἔγημεν Αἰγυπτίαν καὶ κατεκρίθη ὡρισμένον κεφάλαιον. νβ Ῥωμαίοις ἐξὸν Αἰγυπτίαν γῆμαι. νγ αἱ ἀγόμεναι ὑπὸ μισσικίων γυναῖκες Αἰγύπτιαι, ἐὰν χρηματίσωσι ὡς Ῥωμαῖαι, τῷ τῆς ἀκαταλληλίας κρατοῦνται. [7] νδ θυγατρὶ μισσικίου Ῥωμαίᾳ γενομένῃ Οὖρσος οὐκ ἐπέτρεψε κληρονομῆσαι τὴν μητέρα Αἰγυπτίαν οὖσαν. νε ἐὰν Αἰγύπτιος λαθὼν στρατεύσηται ἐν λεγεῶνι, ἀπολυθεὶς εἰς τὸ Αἰγύπτιον τάγμα ἀποκαθίσταται. ὁμοίως δὲ καὶ οἱ ἐκ τοῦ ἐρετικοῦ ἀπολυθέντες ἀποκαθίστανται πλὴν μόνων τῶν ἐκ Μισηνῶν στόλου. νϛ οἱ στρατευόμενοι καὶ μὴ νομίμην ἔχοντες ἀπόλυσιν, ἐὰν χρηματίσωσι ὡς Ῥωμαῖοι, τεταρτολογοῦνται. νζ Παραιτονίων τῶν συνερχομένων γυναιξὶν ἀλλοφύλοις ἢ Αἰγυπτίαις τὰ τέκνα τῷ ἥττονι γένει ἀκολουθεῖ. νη οἱ μὴ ἀπογεγραμμένοι ταῖς κατʼ οἰκίαν ἀπογραφαῖς ἑαυτούς τε καὶ οὓς δεῖ τεταρτολογοῦνται, καὶ ἐὰν δυσὶν ἀπογραφαῖς μὴ ἀπογραψάμενοι εἰσδοθῶσιν, δὶς τέταρτον κατακρίνονται. νθ Ῥωμαῖοι καὶ Ἀλεξανδρεῖς μὴ ἀπογραψάμενοι οὓς δεῖ, ἐάν τε ἕνα ἐὰν τε πλείους, ἓν τέταρτον κατακρίνονται. ξ οἱ μὴ ἀπογραψάμενοι ἀνδράποδα μόνων τῶν ἀνδραπόδων στέρονται. ξα τῶν ἀναπογράφων δούλων ἡ ἐπαφὴ δίδοται τοῖς δεσπόταις, ἐάνπερ μηδένα πόρον ἔχωσι ἢ μόνους τοὺς δούλους. ξβ οἱ ἐν στρατείᾳ ὄντες ἀναπόγραφοι οὐ κρατοῦνται, γυναῖκες δὲ αὐτῶν καὶ τέκνα εὐθύνονται. ξγ οἱ εὐθυνόμενοι ὡς μὴ ἀπογραψάμενοι τῇ προτέρᾳ ἀπογραφῇ, ἐὰν ἡ προσθήκη μέχρι γ ἐτῶν ᾖ, συνγνωμονοῦνται. ξδ τὰ περὶ τῶν χωρὶς ἀποστόλου ἐκπλεόντων νῦν ἡγεμονικῆς διαγνώσεως ἐγένετο. ξε δοῦλοι κατʼ ἄγνοιαν τοῦ δεσπότου ἐξαχθέντες ἐπράθησαν. [8] ξϛ οἱ ἐξὸν ἐκπλεῖν ἀναπόστολοι πλέοντες τριτολογοῦνται, ἐὰν δὲ δούλους ἰδίους ἐξάγωσιν ἀναποστόλους, ἐξ ὅλων ἀναλαμβάνονται. ξζ οἱ Αἰγυπτίων δούλων οἰκογενεῖς τάσσοντες ἢ πωλοῦντες ἀπὸ οἰκογενείας ὑπὲρ τοῦ ἐκπλεῖν αὐτοὺς ὅτε μὲν ἐξ ὅλων ὅτε δὲ ἐξ ἡμίσους ὅτε δὲ ἐκ τετάρτου ἀνελήμφθησαν· κατὰ τῶν συνγνόντων ἐπίτιμα ὡρίσθη· τῶν μέντοι οἰκογενῶν, καὶ ἂν μὴ Αἰγυπτίων μητέρων ὦσιν, τὸ μητρικὸν γένος οὐκ ἐξετάζεται. ξη Ῥωμαῖος ἐκπλεύσας μὴ πλήρη τὰ πρὸς ἔκπλουν γράμματα ἐσχηκὼς κατεκρίθη τάλαντον […]. ξθ Αἰγυπτία διὰ Πηλουσίου δούλους ἐκπέμψασα σὺν υἱοῖς[…]υμένοις κατεκρίθη τάλαντον α δραχμὰς Γ. ο τοῖς ἐν δημοσίαις χρείαις οὖσι οὐκ ἐξὸν ὠνεῖσθαι ἢ δανείζειν ἐν οἷς πραγματεύονται τόποις οὐδὲ ἰδίοις αὐτῶν οὐδὲ ἐξ ὑπολόγου οὐδὲ ἐκ προκηρύξεως ὅλου νομοῦ, οἱ δὲ ὑπόβλητοι τῶν τοιούτων γεινόμενοι εὐθύνονται τῷ ἴσῳ, καὶ αἱ ἀντικαταλλάξεις ἐνίοτε ἐκρατήθησαν· τὰ δὲ ἐπίτιμα τὰ τοιαῦτα, ἐὰν μὲν παρὰ ἰδιώτου ἀγοράσωσι, τὴν ἴσην τῶν ἠγορασμένων συντίμησιν, ἐὰν δὲ δανείσωσι, τὸ ἴσον κεφάλαιον, καὶ οἱ ὑπόβλητοι τὰ αὐτὰ κινδύνῳ ἐκείνων· ἐὰν δὲ πραθέντα, ἣν ἔλαβον καλῇ πίστει τιμήν. οα ἱερεῦσι οὐκ ἐξὸν πρὸς ἄλλῃ χρείᾳ εἶναι ἢ τῇ τῶν θεῶν θρησκείᾳ οὐδὲ ἐν ἐρεᾷ ἐσθῆτι προιέναι οὐδὲ κόμην φορεῖν οὐδὲ ἐὰν ξενωθῶσιν τοῦ θείου ψαρ. οβ ἀσφραγίστους μόσχους οὐκ ἐξὸν θύειν· οἱ δὲ παρὰ ταῦτα θύσαντες κατακρίνονται δραχμὰς φ ογ ἱερατικὰς προσόδους οὐκ ἐξὸν ἐπιδανείζειν. οδ στολιστὴς καταλιπὼν τὰς θρησκείας κατεκρίθη τὰς προσόδους καὶ ἐπίτιμον δραχμὰς τ. οε ἱερεὺς καταλιπὼν τὰς θρησκείας κατεκρίθη δραχμὰς σ ἐρεᾷ ἐσθῆτι χρησάμενος δραχμὰς σ συριστὴς δραχμὰς ρ παστοφόρος δραχμὰς ρ. οϛ ἱερεὺς ἐρεᾷ ἐσθῆτι χρησάμενος καὶ κόμην φορέσας κατεκρίθη δραχμὰς Δ. οζ αἱ ἐπὶ διαδοχῇ προφητεῖαι τῷ γένει φυλάσσονται. οη αἱ δὲ πραθεῖσαι ψιλῶς καὶ μὴ ἐφʼ αἱρέσει πραταί εἰσιν. οθ ἐν παντὶ ἱερῷ, ὅπου ναός ἐστιν, δέον προφήτην εἶναι καὶ λαμβάνει τῶν προσόδων τὸ πέμπτον. [9] π αἱ στολιστεῖαι πραταί εἰσιν. τοὺς προφήτας στολισταὶ διαδέχονται. μόνῳ προφήτῃ ἐξὸν τὸ τῆς δικαιοσύνης παράσημον φορεῖν. παστοφόροις οὐκ ἐξὸν ὡς ἱερεῦσι χρηματίζειν. παστοφόροις ἐξὸν ἰδιωτικῶν ἐφίεσθαι τάξεων. ἱερατικὰ γέρα θυγατρὶ φυλάσσεται. ἐὰν ἱερὰ ὀλιγανθρωπῇ, ἐξ ὁμοτίμου ἱεροῦ ἐξὸν λαμβάνειν ἱερέας πρὸς κωμασίας. ἐν Ἑλληνικοῖς ἱεροῖς ἐξὸν ἰδιώταις κωμάζειν. μοσχοσφραγισταὶ ἐξὸν λογίμων ἱερῶν δοκιμάζονται τῶν ἐκ κλίνης ἱερῶν προφῆται οὐ γεύονται ἀλλὰ πτεραφόροι. οἱ μὴ πέμψαντες στολίσματα εἰς ἀποθέωσιν Ἄπιδος ἢ Μνέυιδος κατακρίνονται πρόστιμον. οἱ διὰ σίνος ἢ πάθος ἀθεράπευτον ἀφαιρούμενοι τοῦ ψάρυ ον μὲν τοπ…ι οὐ λαμβάνουσι, τὰς δὲ συντάξεις. τὰ ἐπιγινόμενα τέκνα τοῖς θ[…] ἱερωμένοις οὐχ ἱερᾶται. ἀπὸ καταδίκης ἱερέων οἱ υἱοὶ καθίστανται, οἱ δὲ μετὰ ταῦτα υἱοὶ αὐτῶν ἱερῶνται. κηπριάρτῳ οὐκ ἐξὸν ἱερᾶσθαι[…] τοῖς θάπτουσι τὰ ἱερὰ ζῶια οὐκ ἐξὸν προφητεύειν οὐδὲ ναὸν κωμάζειν οὐδὲ τρέφειν ἱερὰ ζῶια. παστοφόροις οὐκ ἐξὸν κωμάζειν οὐδὲ ἱερέων τάξεων ἀντιλαμβάνεσθαι. ἱερεῖς οὐ κωμάζουσιν πρὸ πτεραφόρων. ἱερατικὴ τάξις ὑπὸ ἰδιωτῶν οὐκ ἐπικρατεῖται. οἱ αἰτησάμενοι ἀναθέματα ποιῆσαι καὶ ποιήσαντες κατεκρίθησαν δραχμὰς φ ἐπὶ τῷ ποιῆσαι. τὸ ὑπὲρ παραχειρογραφίας μέγιστον πρόστιμον δραχμαὶ φ. οἱ εἰς ῥητὴν προθεσμίαν χειρογραφήσαντες διὰ στρατιωτῶν ἢ τῶν τοιούτων οὐκ εὐθύνονται. τοὺς συναλλαγματογράφους ὡρίσθη καταχωρίζειν ἐνθάδε ἐπὶ τῆς [10] πόλεως τὰ συναλλάγματα Θηβαίδος μὲν ἐντὸς ἡμερῶν ξ τῶν δὲ λοιπῶν νομῶν ἐντὸς λ αὐτῆς δὲ τῆς πόλεως ἐντὸς ἡμερῶν ιε οἱ δὲ μὴ καταχωρίσαντες κατεκρίθησαν δραχμὰς ρ […]… δὲ ἐντὸς πέντε τοῦ ἑξῆς μηνὸς καταχωρίζειν. ἐάν τινες χρηματισμοῦ ὑποθηκῶν ἢ ὠνῶν συνάλλαγμα γράψωνται χωρὶς ἐπιστάλματος, κατακρίνονται δραχμὰς ν. ἐάν τι ἀπῇ τοῖς γυμνασιάρχοις τῆς πόλεως εἰς ἄλειψιν, ἐξὸν ἄγειν εἰς τὴν ἐπαρχίαν ἔλαιον καὶ τὸ περισσὸν πωλεῖν τῆς οὔσης τιμῆς ἐν τῇ πόλει ἢ στέρεσθαι τοῦ ἐλαίου καὶ πρόστιμον διδόναι τὰλαντα κ. ἐπὶ ὑγροῖς οὐκ ἐξὸν δανείζειν. ἀτρύγητα γενήματα οὐκ ἐξὸν πωλεῖν οὐδὲ γένημα ἀνεπίγραφον ε…[…]ν. τῶν δανεισάντων πλέον δραχμιαίου τόκου τὸ ἥμισυ τῆς οὐσίας ἀναλαμβάνεται καὶ τῶν δανεισαμένων τὸ τέταρτον. νόμισμα πλέον οὗ ἰσχύει οὐκ ἐξὸν κερματίζειν. τῶν ἀναιρουμένων ἀπὸ κοπρίας ἀρσενικὰ μετὰ θάνατον τὸ τέταρτον ἀναλαμβάνεται. οἱ σύνοδον νέμοντες κατεκρίθησαν ἐκ δραχμῶν φ, ἐνίοτε μόνοι οἱ προστάται. οὐκ ἐξὸν Καισαριανοῖς ἀγοράζειν τι ἐξ ἀπαρτείας. οὐκ ἐξὸν οὐικαρίοις κτᾶσθαί τι ουδὲἐλευθέρας γαμεῖν. οἱ στρατευόμενοι ἐκωλύθησαν καθʼ ἣν στρατεύονται ἐπαρχίαν ἐνκτᾶσθαι. γάλλων καὶ σαθρῶν τῶν ἀπογεγραμμένων μετὰ τελευτήν, ἐὰν ἀδιάθετοι ἀποθάνωσιν, τὸ σύνολονἀναλαμβάνεται, ἐὰν δὲ διαθῶνται, τὸ δίμοιρον[…]ι· τὸ δὲ τρίτον οἷς ἐὰν διατάξωνται ὁμοφύλοις …[…] οἱ μὴ εὑρισκόμενοι, ἐὰν ἀπογράψωνται αὐτοί, ἀπελύθησαν· ἐν ἄλλως ἀποδειχθῶσι[…]κατεκρίθησαν καὶ οἱ ὑπογύως ἀνελεγκτοι ὄντες ἐξ αὐτῶν ἕκαστος ὑπὲρ βεβαιώσεως ἀπαιτεῖται δραχμὰς φ. οἱ δὲ πρὸ ε ἐτῶν οὐκ ἐν κα…κρα[…]σιν […] διαγράφουσι τάλαντα κ. [11] [… ? lines lost …] [… 18 lines lost …] […]ε…α[…]νο[…] επι[…] […]…στε …[…]ρι…ε[…]…[…] θ[…]ν καὶ ο[…]ην του[…] ο[…]… πλ[…]των […] Τα…[…] ελη[…]ρ[…]κο…[…] τεα[…]νο[…]ρα…ε…α[…] ἐνι[…]α…[…]τῷ φίσκῳ […] ἀνελήφθη[…]χη ο…[…] οἱ ὑποσχόμενοι[…]τῶν μ[…] ἀπα[…]ὑποσχέσε[…] ὑποσχες[…]ο …ομ[…] κρι[…]ρτιλ[…] τῶν […]πιτουτ…[…] τῶν[…]ουμένων[…]

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.