no image
DDbDP-text
Getreidedarlehn via HGV-meta
Loan of olyra from Amyntas to Kallippos at Sephtha. A Greek contract of loan in which Amyntas son of Menedemos, a Cyrenaean, lends 80 artabas of olyra (a type of wheat) to the soldier Kallippos, to be repaid in the month Peritios with delivery to Sephtha. It was drawn up at Sephtha in the Oxyrhynchite nome in year 8 of Ptolemy IV (215-214 BC), with a penalty clause and a list of witnesses. machine translation
Linked by Trismegistos ID
TM 2671.
Each record below describes this same artifact or text from a different angle.
σιτικῶν
βασιλευόντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν
Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου μηνὸς
Ἀρτεμισίου ἑκκαιδεκάτηι ἐν Σέφθαι τοῦ Ὀξυρυγχίτου
ἐδάνεισεν Ἀμύντας Μενεδήμου Κυρηναῖος τῆς ἐπιγονῆς Καλλίππωι Κυρηναίωι τῶν Φίλωνος ἰδιώτηι
ὀλυρῶν ἀρτάβας ὀγδοήκοντα τ…νδε…το…[…]ν
τὰς ὀγδοήκοντα ἀρτάβας τῶν ὀλυρῶν ἀποδότω Κάλλιππος Ἀμύνται ἐν μηνὶ Περιτίωι τοῦ ὀγδόου ἔτους σῖτον
καθαρὸν καὶ ἄδολον μέτρωι χόϊ τῶι …
μετρήσει δικαίαι καὶ καταστησάτω τὸν σῖτον
εἰς Σέφθα οὗ ἂν Ἀμύντας συντάσσηι ἰδίοις ἀνηλώμασιν·
ἐὰν δὲ μὴ ἀποδῶι καθὰ γέγραπται, ἀποτεισάτω Κάλλιππος Ἀμύνται τιμὴν ἑκάστης ἀρτάβης τῶν ὀλυρῶν
ἀργυρίου δραχμὰς[…], καὶ ἡ πρᾶξις ἔστω Ἀμύνται
καὶ ἄλλωι περὶ αὐτοῦ ἐκ τοῦ Καλλίππου κατὰ τὸ διαγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται.
μάρτυρες· …[…] Δράκων Θρᾶιξ οἱ δύο τῶν
Φίλωνος ἰδιῶται Ὀ[…] Ἀσκληπιάδου Μιλήσιος
Βακχίος Χρυσίππου[…]της Ἀπολλόδωρος […]
[…]ους Μεγαρεὺς Τοχλᾶς Ξενάρχου Καρδ… οἱ πέντε
τῆς ἐπιγονῆς[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.