no image
DDbDP-text
Darlehn via HGV-meta
Loan of 500 silver drachmas between two Cyreneans at Takona. A loan contract by which Amyntas son of Menedemos lends 500 silver drachmas to Menedemos son of Theokritos, both Cyreneans of the Epigone, repayable in Peritios of year 5 with penalties for default. It was drawn up at Takona in the Oxyrhynchite nome in 218-217 BC and witnessed by six men of various Greek origins. machine translation
Linked by Trismegistos ID
TM 2670.
Each record below describes this same artifact or text from a different angle.
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτει πέμπτωι ἐφʼ ἱερέως τοῦ δεῖνα τοῦ
α…… Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν
κανηφόρου Ἀρσινόης Φιλαδέλφου Φιλίννης τῆς ………
μηνὸς Δύστρου εἰκάδι ἐν κώμηι Τακόναι τοῦ Ὀξυρυγχίτου νομοῦ ἐδάνεισεν Ἀμύντας Μενεδήμου Κυρηναῖος τῆς ἐπιγονῆς Μενεδήμωι Θεοκρίτου Κυρηναίωι τῆς ἐπιγονῆς
ἀργυρίου ὀφθαλμοφανοῦς δραχμὰς πεντεκοσίας ἅμα
τῆι συγγραφῆι ταύτηι σφραγιζομένηι· τὸ δὲ δάνειον τοῦτο
ἀποδότω Μενέδημος Ἀμύνται ἐν μηνὶ Περιτίωι τῶι ἐν τῶι
πέμπτωι ἔτει. ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα
ἀποτεισάτω Μενέδημος Ἀμύνται ἢ τοῖς παρὰ Ἀμύντου τὸ δάνειον τοῦτο ἡμιόλιον καὶ τόκον τοῦ ὑπερπεσόντος χρόνου
ἐκ δύο δραχμῶν τῆι μνᾶι τὸν μῆνα ἕκαστον, καὶ ἡ πρᾶξις ἔστω
Ἀμύνται ἢ τοῖς παρὰ Ἀμύντου κατὰ τὸ διάγραμμα. ἡ δὲ συνγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες· Πτολεμαῖος
Μακεδὼν τριακοντάρουρος τῶν κεκληρουχημένων ἐν τῶι Ἡρακλεοπολίτηι τῶν οὔπω ὑφʼ ἡγεμόνα Δημέας Νικοδήμου Νάξιος
Φίλων Πτολεμαίου Μυσὸς Πολεμοκράτης Φιλοξένου Κυρηναῖος
Ἀρχέλαος Καλλιξένου Χαλκιδεὺς Σείραμβος Φρυνίχου Βοιωτὸς
οἱ πέντε τῆς ἐπιγονῆς. συγγραφοφύλαξ ΣήραμβοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.