Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
bgu.7.1563
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἀντίγραφον ἐκθέματος. Τιβέριος Ἰούλιος Ἀλέξανδρος λέγει· πᾶσαν πρόνοιαν ποιούμενος τοῦ διαμένειν τῷ προσήκοντι καταστήματι τὴν πόλιν ἀπολαύου σαν τῶν εὐεργεσιῶν, ἃς ἔχει παρὰ τῶν Σεβαστῶν καὶ τοῦ τὴν Αἴγυπτον ἐν εὐσταθείᾳ διάγουσαν εὐθύμως ὑπηρετεῖν τῇ τε εὐθηνίᾳ καὶ τῇ μεγίστῃ τῶν νῦν καιρῶν εὐδαιμονίᾳ μὴ βαρυνομένην καιναῖς καὶ ἀδί κοις εἰσπράξεσι, σχεδὸν δὲ ἐξ οὗ τῆς πόλεως ἐπέβην καταβοώμενος ὑπὸ τῶν ἐντυγχανόντων καὶ κατʼ ὀλίγον καὶ κατὰ πλήθηπληθηι τῶν τε ἐνθάδε εὐσχη μονεστάτων καὶ τῶν γεωργούντων τὴν χώραν μεμφομένων τὰς ἔνγιστα γενομένας ἐπηρείας, οὐ διέλιπον μὲν κατὰ τὴν ἐμαυτοῦ δύναμιν τὰ ἐ πείγοντα ἐπανορθούμενος. ἵνα δὲ εὐθυμότεροι πάντα ἐλπίζητε παρὰ τοῦ ἐπιλάμψαντος ἡμῖν ἐπὶ σωτηρίᾳ τοῦ παντὸς ἀνθρώπων γένους εὐεργέ του Σεβαστοῦ Αὐτοκράτορος Γάλβα τά τε πρὸς σω τηρίαν καὶ τὰ πρὸς ἀπόλαυσιν καὶ γινώσκητε, ὅτι ἐφρόντισα τῶν πρὸς τὴν ὑμετέραν βοήθειαν ἀνηκόντων, προέγραψα ἀναγκαίως περὶ ἑ κάστου τῶν ἐπιζητουμένων, ὅσα ἔξεστί μοι κρίνειν καὶ ποιεῖν, τὰ δὲ μείζονα καὶ δεόμενα τῆς τοῦ αὐτοκράτορος δυνάμεως καὶ μεγαλειότη τος αὐτῶι δηλώσωι μετὰ πάσης ἀληθείας, τῶν θεῶν ταμιευσαμένων εἰς τοῦτον τὸν ἱε ρώτατον καιρὸν τὴν τῆς οἰκουμένης ἀσφάλειαν. ἔγ νων γὰρ πρὸ πάντων εὐλογωτάτην οὖσαν τὴν ἔν τευξιν ὑμῶν ὑπὲρ τοῦ μὴ ἄκοντας ἀνθρώπους εἰς τελωνείας ἢ ἄλλας μισθώσεις οὐσιακὰς παρὰ τὸ κοινὸν ἔθος τῶν ἐπάρχων πρὸς βίαν ἄγεσθαι καὶ ὅ τι οὐκ ὀλίγον ἔβλαψε τὰ πράγματα τὸ πολλοὺς ἀπείρους ὄν τας τῆς τοιαύτης πραγματείας ἀχθῆναι μετὰ ἀνάγκης ἐπιβληθέντων αὐτοῖς τῶν τελῶν. διό περ καὶ αὐτὸς οὔτε ἤγαγόν τινα εἰς τελωνείαν ἢ μίσθω σιν οὔτε ἄξωἄξωι εἰδὼς τοῦτο συμφέρειν καὶ ταῖς κυ ριακαῖς ψήφοις τὸ μετὰ προθυμίας ἑκόντας πρα γματεύεσθαι τοὺς δυνατούς. πέπεισμαι δέ, ὅτι οὐδʼ εἰς τὸ μέλλον ἄκοντάς τις ἄξει τελώνας ἢ μισθωτάς, ἀλλὰ διαμισθώσει τοῖς βουλομένοις ἑκουσίως προσ έρχεσθαι μᾶλλον τὴν τῶν προτέρων ἐπάρχων αἰώνιον συνήθειαν φυλάσσωνCross-references (3)
- TM-Text 27584 primary
- DDbDP-Text bgu;7;1563 tier-1
- HGV-Text 27584 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.