no image
DDbDP-text
Zensuseingabe via HGV-meta
Census return of Tnepheros and her children at Kerkesoucha. A census return submitted to Horion, village scribe of Kerkesoucha, by the woman Tnepheros with her kinsman Theon as guardian, for the census of Hadrian's year 2. She registers herself, her 10-year-old son, who owns the house where they live, and her daughters. It dates to AD 118-119. machine translation
Linked by Trismegistos ID
TM 9487.
Each record below describes this same artifact or text from a different angle.
λ
Ὡρίωνι κωμογραμματεῖ Κερκεσούχων
παρὰ Τνεφερῶτος τῆς Παποντῶτος ἀπὸ τῆς προκειμένης κώμης
μετὰ κυρίου τοῦ συνγενοῦς
Θέωνος τοῦ Ἀφροδισίου. ὑπάρχει
τῷ ἀφήλικί μου υἱῷ Πνεφερῶτι
Πτόλλιδος τοῦ Πνεφερῶτος ἐν τῆι αὐτῇ
κώμῃ οἰκία καὶ αὐλὴ πλησίον τοῦ
Βουβαστίου ἀμφοδίου, ἐν ᾗ
καταγίνομαι, καὶ ἀπογράφομαι ἐμαυτήν τε καὶ
τοὺς ἐμοὺς ἐς τὴν τοῦ διεληλυθότος
β ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου
κατʼ οἰκίαν ἀπογραφήν.
εἰμὶ δὲ Τνεφερῶς Παποντῶτος
ἐτῶν λ ἄσημος,
καὶ τὸν προγεγραμμένον μου υἱὸν
Πνεφερῶτα Πτόλλιδος τοῦ Πνεφερῶτος
ἐτῶν ι ἄσημον
καὶ τὰς θυγατέρας μου καὶ τοῦ υἱοῦ
Πνεφερῶτος καὶ ὁμοπατρίους[…]
ἀδελφὰς Ἀφροδισίαν ἐτῶν η ἄσημον
καὶ […]ανιον […]ἐτῶν[…] ἄσημον.
Τνεφερῶς Παποντῶτος μετὰ κυρίου τοῦ συνγενοῦς Θέωνος τοῦ Ἀφροδισίου
ἐπιδέδωκα, καθὼς πρόκειται.
Θέων ἔγραψα καὶ ὑπὲρ τῆς Τνεφερῶτος
μὴ εἰδυίας γράμματα.
ηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.