no image
DDbDP-text
Census Return via HGV-meta
Census return of the priest Panephremmis son of Anchophis. A copy of a household census return submitted to the village scribe Pnepheros by Panephremmis, a 21-year-old priest of Soknopaiou Nesos in the Fayum. He registers himself, his nephews, his sister-wife Thases, his mother and another female relative, and declares the family's shares of property, for the census of the 9th year of Antoninus Pius. machine translation
Linked by Trismegistos ID
TM 10108.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἀντίγραφον
Πνεφερῶτι κωμογραμματεῖ Σοκνοπαίου Νήσου
παρὰ Πανεφρέμμεως Ἀγχώφεως πρεσβυτέρου Πανεφρέμμεως μητρὸς Στοτοήτεως τῆς Ὥρου ἱερέως τρίτης
φυλῆς ἀπὸ κώμης Σοκνοπαίου Νήσου. ἀπογράφομαι ἐμαυτόν
τε καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος
θ ἔτους κατʼ οἰκίαν ἀπογραφήν· καταγείνομαι δὲ ἐν οἰκίᾳ μητρικῇ τοῦ πατρὸς τετελευτηκότος, εἰμὶ δὲ ὁ προγεγραμμένος
Πανεφρέμμεις ἐτῶν κα, οὐλὴ παρὰ ὀφθαλμὸν δεξιόν· καὶ τοὺς
ἀνεψιούς μου Πανεφρέμμειν Ἀγχώφεως
νεωτέρου Πανεφρέμμεως μητρὸς Θασῆτος τῆς
Στοτοήτεως ἐτῶν η εὔσημον ὀφθαλμὸν δεξιὸν καὶ
Στοτοῆτιν ἄλλον μητρὸς τῆς αὐτῆς ἐτοῦς α, καὶ τὴν
γυναῖκά μου οὖσαν ὁμοπάτριον καὶ ὁμομήτριον
ἀδελφὴν Θασῆν ἐτῶν ιζ ἄσημον, καὶ τὴν τοῦ
Πανεφρέμμεως μητέρα Στοτοῆτιν
Ὥρου τοῦ Παοῦτος ἐτῶν να ἄσημον
καὶ[…]…[…] Σεγᾶθιν Στοτοήτεως πρεσβυτέρου
Στοτοήτεως μητρὸς Θασῆτος τῆς Σαταβοῦτος
ἐτῶν[…]η ἄσημον. ὑπάρχει δὲ ἡμῖν τὸ ἐπιβάλλον
ἥμισυ μέρος πατρικῆς …αλ[…]δεως καὶ τρίτονμέρος
οἰκοπέδων· διὸ ἐπιδίδωμι.
ἔτους ι Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Ἐπεὶφ λ.
[v]
εξSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.