no image
DDbDP-text
α……[…]
ἔτους β[…]Φαῶφι ζ ἐν Ἡρακλέους πόλει τῆι ὑπὲρ Μέμφιν, ἐπὶ τοῦ δεῖνος συγγενοῦς
καὶ στρατηγοῦ καὶ ἐπὶ τῶν προσόδων καταστάντος τοῦ ἐπιδόντος ὑπόμνημα Ἰμούθου τοῦ προστατοῦντος τοῦ δεῖνος καὶ τῶν τούτου
υἱῶν καὶ διὰ τούτου προενεγκαμένου ὑπάρχειν τοῖς προγεγραμμένοις περὶ Βουσῖριν
ἐκ τοῦ Φίδωνος φυλακιτικὸν κλῆρον ἀρουρῶν ι, ὧν καὶ τὰ καθήκοντα βασιλικὰ τοῦ κα ἔτους
αὐτὸν τετάχθαι, περὶ δὲ τὸν Μεσορὴ μῆνα τοῦ αὐτοῦ ἔτους συσχεθέντος καὶ μείναντος
ἕως Ἐπεὶφ τοῦ κβ ἔτους ἐν τῆι εἱρκτῆι Θεμίσωνα τῶν καταγινομένων ἐν τῆι Βουσίρει καταγνόντα βιαίως ἐμβεβατευκέναι ἐν τῶι κβ ἔτει καὶ κατεσπαρκέναι τὸν δηλούμενον κλῆρον
καὶ τὰ γενήματα ἀπενηνέχθαι, διεθέντος δʼ αὐτοῦ καὶ λογοποιησαμένου περὶ τῶν ἐκφορίων τὸν Θεμίσωνα στήσαντα ἐκτείσειν μηδεμίαν ἐπιστροφὴν πεποιῆσθαι τῆς ἀποδόσεως ἀλλὰ καὶ τῶι αὐτῶι τρόπωι χρησάμενον ἐν τῶι κγ ἔτει κατεσπαρκέναι τὸ ἔδαφος,
ἑαυτοῦ σωματικῆι ἀσθενείαι κατεχομένου ἀξιοῦντός τε τοῦ σπόρου ἀθίκτου ὄντος
γραφῆναι τῶι ἀρχιφυλακίτηι Νεάρχωι πρᾶξαι τὸν Θεμίσωνα τὰ ἐκφόρια τοῦ[…]ἔτους
ἐκ δεκαρτάβου κατὰ τὸν τῶν ἐμβατευόντων νόμον[…]ε…… εἰς τὰ ἐδάφη
… […] τῶι Θεμίσωνι
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.