no image
DDbDP-text
Receipt of Wages for Nursing via HGV-meta
Receipt for wages paid for wet-nursing a child by a slave. A receipt in which Chosion of Oxyrhynchus acknowledges payment of 400 drachmas from the woman Tanenteris, through the Serapeum bank, for two years of wet-nursing her daughter Helene by his slave Sarapias. Tanenteris confirms she has taken back the weaned child, and the document was written in October 187 at Oxyrhynchus. machine translation
Linked by Trismegistos ID
TM 20750.
Each record below describes this same artifact or text from a different angle.
Χωσίων Σαραπίωνος τοῦ Ἁρποκρατίωνος μητρὸς Σαραπιάδος ἀπʼ Ὀξυρύγχων πόλεως Τανεντήρει Θώνιος τοῦ
Θώνιος μητρὸς Ζωιλοῦτος ἀπὸ τῆς αὐτῆς πόλεως, μετὰ κυρίου Δημητρίου Ὡρίωνος μητρὸς Ἀρσινόης ἀπὸ τῆς αὐτῆς
πόλεως χαίρειν. ὁμολογῶ ἀπεσχηκέναι
παρὰ σοῦ διὰ Ἡλιοδώρου καὶ τῶν σὺν αὐτῷ ἐπιτηρητῶν τῆς ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου τραπέζης,
ἧς ὑπόσχεσις ἐδόθη ὑπὸ Ἐπιμάχου,
ἀργυρίου σεβαστοῦ νομίσματος δραχμὰς τετρακοσίας , οὔσας ὑπὲρ τροφείων καὶ ἐλαίου καὶ ἱματισμοῦ καὶ
τῆς ἄλλης δαπάνης πάσης ἐτῶν δύο
ὧν ἐτρόφευσεν ἡ δούλη μου Σαραπιὰς
τὴν θυγατέρα σου Ἑλήνην χρηματίζουσαν ἐκ σοῦ, ἣν καὶ παρείληφας ἀπογεγαλακτισμένην καὶ τετευχυῖαν
πάσης ἐπιμελείας, καὶ μηδέν σοι
ἐνκαλεῖν μηδὲ ἐνκαλέσειν μηδὲ
ἐπελεύσεσθαι μήτε περὶ τούτων
μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς
μέχρι τῆς ἐνεστώσης ἡμέρας.
κυρία ἡ ἀποχή. ἔτους κη
Αὐτοκράτορος Καίσαρος Μάρκου
Αὐρηλίου Κομμόδου Ἀντωνίνου
Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ
Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ
Σαρματικοῦ Γερμανικοῦ Μεγίστου
Βρεταννικοῦ, Φαῶφι ιε. Χωσίων
Σαραπίωνος ἀπέσχον τὰς
τῶν τροφείων δραχμὰς
τετρακοσίας καὶ οὐδὲν ἐνκαλῶ ὡς πρόκειται. Τανεντῆρις
Θώνιος μετὰ κυρίου Δημητρίου Ὡρίωνος εὐδοκῶ καὶ
παρείληφα τὴν θυγατέρα
ὡς πρόκιται. Πλουτίων Ἑρμοῦ
ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων
γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.