no image
DDbDP-text
Linked by Trismegistos ID
TM 8934.
Each record below describes this same artifact or text from a different angle.
λδ
Σαραπίωνι βασιλικῷ γραμματεῖ Ἀρσινοίτου
Ἡρακλείδου μερίδος
παρὰ Ἀπύγχεως […]
τοῦ Ἀπύγχεως μητρὸς
Θαήσεως τῶν ἀπὸ κώμης
Φιλοπάτορος τῆς καὶ Θεογένους. ὁ συνγενής μου
Παποντῶς Ὀρσενούφεως
τοῦ Παποντῶτος μητρὸς
Ταρμούθεως λαογραφούμενος ἐπὶ τῆς προκειμένης κώμης ἐτελεύτησε
τῷ Ἐπὶφ μηνὶ τοῦ ἐνεστῶτος ε ἔτους Ἀντωνίνου
Καίσαρος τοῦ κυρίου. διὸ
ἀξιῶ ταγῆναι αὐτὸν
ἐν τῇ τῶν τετελευτηκότων τάξει καὶ ὀμνύω
τὴν Αὐτοκράτορος Καίσαρος
Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου
Σεβαστοῦ Εὐσεβοῦς τύχην
ἀληθῆ εἶναι τὰ προγεγραμμένα.
Ἀπύγχις ἐτῶν λβ οὐλὴ γόνατι δεξιῷ καὶ ὡς
εἰκονίζεται φαμένου μὴ εἰδέναι γράμματα διὰ
νομογράφου.
ἔτους ε Αὐτοκράτορος Καίσαρος
Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου
Σεβαστοῦ Εὐσεβοῦς Ἐπὶφ […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.