no image
DDbDP-text
Ἑρμοφίλῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου
Ἡρακλίδου μερίδος
παρὰ Πρείσκου
Μύστου τοῦ Ὀρσενούφεως μητρὸς Ἰσχυριαίνης ἀπὸ κώμης Πτολεμαίδος
Ὅρμου. ὁ τῆς γυναικός μου πατὴρ Δεῖος
Ἰσιδώρου τοῦ Εἰρηναίου
μητρὸς Ἡρᾶτος τελῶν
τὰ ἐπικεφάλεια ἐπὶ τῆς κώμης
ἐτελεύτησεν τῷ ἐνεστῶτι μηνί.
διὸ ἀξιῶ ταγῆναι αὐτοῦ
τὸ ὄνομα ἐν τῇ τῶν τετελευτηκότων
τάξει ὡς ἐπὶ τῶν ὁμοίων.
κωμογραμματεῖ Πτολεμαίδος Ὅρμου. εἰ ταῖς
ἀληθείαις ὁ προγεγραμμένος ἐτελεύτησεν, τὸ ἀκόλουθον
ἐπιτέλει ὡς πρὸς σὲ τοῦ λόγου καὶ
κινδύνου ὄντος ἐάν τι μὴ δεόντως γένηται.
Ἑρμόφιλος βασιλικὸς σεσημείωμαι
διὰ Ὡρου βοηθοῦ.
ἔτους κε Μάρκου Αὐρηλίου
Κομμόδου Ἀντωνίνου Σεβαστοῦ
Εὐσεβοῦς, Ἁθὺρ ιηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.