no image
DDbDP-text
Ἑρμοφίλῳ βασιλικῷ γραμματεῖ
Ἀρσινοίτου Ἡρακλείδου μερίδος
παρὰ Ὀρσεῦτος Νεμεσίωνος τοῦ Σωκράτους μητρὸς
Ἡρακλοῦτος ἀπὸ κώμης
Πτολεμαίδος Ὅρμου
τῆς Ἡρακλείδου μερίδος.
ὁ ὁμοπάτριος καὶ ὁμομήτριός μου ἀδελφὸς Ἰσχυρᾶς ἀπὸ τῆς αὐτῆς κώμης
τελῶν τὴν λαογραφίαν ἐπὶ τῆς
προκειμένης κώμης
ἐτελεύτησεν τῷ Μεχεὶρ μηνὶ τοῦ ἐνεστῶτος κε ἔτους. διὸ ἀξιῶ ταγῆναι αὐτοῦ τὸ ὄνομα
ἐν τῇ τῶν τετελευτηκότων τάξει ὡς ἐπὶ τῶν
ὁμοίων.
κωμογραμματεῖ Πτολεμαίδος Ὅρμου. εἰ ταῖς
ἀληθείαις ἐτελεύτησεν ὁ προγεγραμμένος, τὸ ἐπὶ τῶν ὁμοίωνἀκόλουθον
ἐπιτέλει ὡς πρὸς σὲ τοῦ λόγου ἐσομένου
ἐάν τι μὴ δεόντως γένηται.
Ἑρμόφιλος βασιλικὸς σεσημείωμαι διὰ
Ὡρου βοηθοῦ.
ἔτους κε Μάρκου Αὐρηλίου
Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου
Μεχεὶρ κηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.