no image
DDbDP-text
Notice of Death via HGV-meta
Linked by Trismegistos ID
TM 20533.
Each record below describes this same artifact or text from a different angle.
Φιλίσκωι ἐγλήμπτορι γερδίων
παρὰ Σαραπίωνος τοῦ Σαραπίωνος.
ὁ δοῦλός μου Ἀπολλοφάνης
γέρδιος ἀναγραφόμενος
ἐπʼ ἀμφόδου Τεγμούθεως
ἐτελεύτησεν ἐν τῆι ξένῃ
τῶι ἐνεστῶτι ζ ἔτει Νέρωνος
Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
Αὐτοκράτορος. διὸ ἀξιῶ
ἀναγραφῆναι τοῦτον
ἐν τῇ τῶν τετελευτηκότων
τάξει, καὶ ὀμνύω
Νέρωνα Κλαύδιον Καίσαρα
Σεβαστὸν Γερμανικὸν Αὐτοκράτορα
ἀληθῆ εἶναι.
ἔτους ζ Νέρωνος Κλαυδίου
Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος,
Μεχεὶρ κζ Σεβαστῇ.
Φιλίσκος σεσημείωμαι.
ἔτους ζ Νέρωνος Κλαυδίου
Καίσαρος Σεβαστοῦ
Γερμανικοῦ
Αὐτοκράτορος
Μεχεὶρ κζ Σεβαστῇ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.