no image
DDbDP-text
Ἑρμοφίλωι βασιλικῷ γραμματεῖ Ἀρσινοίτου
Ἡρακλείδου μερίδος
παρὰ Πουάλιος Κρονίωνος
τοῦ Ἀφροδεισίου ἀπὸ κώμης Πτολεμαίδος Ὅρμου.
ὁ τοῦ τετελευτηκότος ὁμοπατρίου καὶ ὁμομητρίου μου
ἀδελφοῦ Νεμεσίωνος υἱὸς
Κρονίων μητρὸς Θερμούθεως
ἀφῆλιξ ἀπὸ τῆς αὐτῆς Πτολεμαίδος Ὅρμου
ἐτελεύτησεν τῷ ὄντι μηνὶ
Μεχεὶρ τοῦ ἐνεστῶτος κε ἔτους
Μάρκου Αὐρηλίου Κομμόδου
Ἀντωνίνου Καίσαρος τοῦ κυρίου.
διὸ ἀξιῶ ταγῆναι αὐτοῦ τὸ ὄνομα
ἐν τῇ τῶν τετελευτηκότων τάξει ὡς
ἐπὶ τῶν ὁμοίων.
κωμογραμματεῖ Πτολεμαίδος Ὅρμου. εἰ ταῖς ἀληθείαις ἐτελεύτησεν
ὁ προγεγραμμένος, τὸ ἐπὶ τῶν ὁμοίων ἀκόλουθον ἐπιτέλει ὡς πρὸς σὲ
τοῦ λόγου ἐσομένου ἐάν τι μὴ δεόντως γένηται.
Ἑρμόφιλος βασιλικὸς σεσημείωμαι διὰ Ὡρου βοηθοῦ.
ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου
Καίσαρος τοῦ κυρίου, Μεχεὶρ ιζSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.