no image
DDbDP-text
Κολλάνθῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου
μέριδος
παρὰ Σα[…]…σα[…]…[…]…
μητρος Ταορσεαίπεως ἀπὸ κώμης
Κερκεσούχων Ὄρους. οἱ συγγενεῖς μου
Μιῦσις ἀπάτωρ μητρος Ἀρτέμιτος
καὶ Σαραπίων Μύσθου μητρος
Ἀρσινόης, οἱ β ἀπὸ τῇς αὐτῆς
κώμης τελοῦντες τὴν λαογραφίαν,
κατεδικάσθησαν τῷ διεληλυθότι κε ἔτει Μάρκου Αὐρηλίου
Κομμόδου Ἀντωνίνου Καίσαρος
τοῦ κυρίου ὑπὸ Λογγαίου Ῥούφου
τοῦ ἡγεμονεύσαντος πρὸς
θηρία. ὅθεν ἐπιδίδωμι καὶ
ἀξιῶ τὸ ἐπικεφάλαιον αὐτῶν
κουφισθῆναι ὡς ἐπὶ τῶν
ὁμοίων.
κωμογραμματεῖ Κερκεσούχων.
εἰ ταῖς ἀληθείαις οἱ προγεγραμμένοι
κατεδικάσθησαν, τὸ ἀκόλουθον ἐπιτέλει
ὡς τοῦ λόγου καὶ κινδύνου
σοι διοίσοντος ἐάν τι μὴ δεόντως
γένηται. σεσημείωμαι διὰ …ρ… γραμματέως.
ἔτους κϛ Μάρκου Αὐρηλίου Κομμόδου
Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Φαῶφι κSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.