no image
DDbDP-text
Notification of Death via HGV-meta
Linked by Trismegistos ID
TM 12901.
Each record below describes this same artifact or text from a different angle.
Ἀπολλωνίωι βασιλικῶι
γραμματεῖ Ἀρσινοίτου Θεμίστου
παρὰ Θερμίου τῆς Σαταβοῦτος τῶν ἀπὸ κώμης
Σεντρεπασεὶ τῆς αὐτῆς
μερίδος μετὰ κυρίου τοῦ συνγενοῦς Πνεφερῶτος
τοῦ Ἀρείου. ὁ προγεγραμμένος
μου πατὴρ Σαταβοῦς
Πανίβιος μητρὸς
Ταρμούθιος ὑπερετὴς
ἀναγραφόμενος ἐπὶ τῆς
αὐτῆς κώμης ἐτελεύτησεν τῶι Θὼθ μηνὶ τοῦ
ἐνεστῶτος πρώτου
καὶ εἰκοστοῦ ἔτους Ἁδριανοῦ
Καίσαρος τοῦ κυρίου. ἀξιῶ
ταγῆναι αὐτοῦ τὸ ὄνομα ἐν τῇ τῶν τετελευτηκότων
τάξει ὡς ἐπὶ τῶν ὁμοίων.
Θέρμιον ὡς ἐτῶν μθ οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς […]
Πνεφερῶς ὡς ἐτῶν με οὐλὴ δακτύλῳ χειρὸς ἀριστερᾶς.
ἔτους κα Αὐτοκράτορος Καίσαρος
Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ
Φαῶφι κθ.
τῶι κωμογραμματεῖ. εἰ ταῖς ἀληθείαις
ἐτελεύτησεν ὁ προγεγραμμένος, ἐπιτέλει ὡς καθήκει,
ὡς πρὸς σὲ τοῦ λόγου
ἐσομένου, ἐάν τι παρὰ
τὸ δέον γένηται. Ἀνουβίων γραμματεὺς σεσημείωμαι.
ἔτους κα Ἁδριανοῦ Καίσαρος
τοῦ κυρίου Ἁθὺρ ϛ.
Θερμοῦτις Σαταβοῦτος ὑπόμνημα. ἔτους κα
Ἁθρὺ ζ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.