no image
DDbDP-text
Notification of Death via HGV-meta
Linked by Trismegistos ID
TM 21583.
Each record below describes this same artifact or text from a different angle.
Σαραπᾶτι κωμογραμματεῖ
παρὰ Ἀντεῖτος Ἀμμωνίου
τοῦ Ἀντεῖτος μητρὸς Ταπεήιτος τῶν ἀπὸ κώμης Τήεως. ὁ πατήρ μου Ἀμμωνᾶς
Ἀντεῖτος τοῦ Ἡρακλήου
μητρὸς Τανετβέως καὶ ὁ
τούτου ὁμογνήσιος ἀδελφὸς Ἀντεῖς ὑπερετεῖς
ἄτεχνοι ἀναγραφόμενοι εἰς τὴν αὐτὴν Τῆειν
ἐτελεύτησαν τῷ διελθόντι δωδεκάτῳ ἔτει Ἀντωνείνου
Καίσαρος τοῦ κυρίου μετὰ καταχωρισμὸν λόγων. διὸ
ἀξιῶ τούτους ἀναγραφῆναι ἐν τῇ τῶν τετελευτηκότων τάξει διὰ τῶν
ὑπὸ σοῦ καταχωριζομένων δημοσίων λόγων,
καὶ ὀμνύω Αὐτοκράτορα
Καίσαρα Τίτον Αἴλιον
Ἁδριανὸν Ἀντωνεῖνον
Σεβαστὸν Εὐσεβῆ ἀληθῆ
εἶναι τὰ γεγραμμένα καὶ
μηθὲν διεψεῦσθαι, ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους
τρεισκαιδεκάτου Αὐτοκράτορος
Καίσαρος Τίτου Αἰλίου
Ἁδριανοῦ Ἀντωνείνου
Σεβαστοῦ Εὐσεβοῦς Τῦβι λ.
Ἀντεῖς Ἀμμωνίου ἐπιδέδωκα καὶ ὀμώμοκα τὸν ὅρκον.
Θέων Ἀμμωνίου ἔγραψα ὑπὲρ
αὐτοῦ μὴ εἰδότος γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.