no image
DDbDP-text
Loan of money via HGV-meta
Loan of 140 silver drachmas by a married couple of Mesobe. A loan contract in which Tithoes son of Psenamounis and his wife Talaeis, villagers of Mesobe, acknowledge owing 140 silver drachmas to Tithoes son of Bekis, repayable within one year with interest on default. It was drawn up in AD 138 and found at Kellis in the Dakhleh Oasis. machine translation
Linked by Trismegistos ID
TM 140731.
Each record below describes this same artifact or text from a different angle.
ἔτους κβ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου
Ἁδριανοῦ Σεβαστοῦ Παῦνι ιη. τάδε τεθείκασι Μεσοβεῖται Τιθοῆς Ψεναμούνιος Ψάιτος μητρὸς Τασήχθιος
ὡς ἐτῶν με οὐλὴ ὑπὸ γόνατι ἀριστερῷ καὶ Ταλαεῖς
Ὥρου Πατχάλμιος μητρὸς Ταψάιτος ὡς ἐτῶν μ οὐλἠ κνήμῃ δεξιᾷ γυνὴ αὐτοῦ, ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν
ὁμοφωνοῦντες Μεσοβείτῃ Τιθοεῖ Βήκιος Ψάιτος
μητρὸς Τβήκιος· ὀφείλομεν σοι ἀργυρίου δραχμὰς
ἑκατὸν τεσσεράκοντα, γίνονται δραχμαὶ ρμ, ἃς καὶ ἀποδώσομεν σοι τῷ εἰσιόντι κγ ἔτει Ἁδριανοῦ Καίσαρος
τοῦ κυρίου Παῦνι ιη ἀνυπερθέτως· ἐὰν δὲ μή
σε πληρώσομεν τῇ προκειμένῃ προθεσμιᾳ
τοκοφορήσωμέν σοι τοῦ ὑπερπεσόντος χρόνου
τὸν δραχμιαῖον τόκον καί ἐξέσται σοι πληροῦσθαι ἐξ ὧν ἔχομεν πάντων καὶ ὧν ἐὰν ἐπικτησώμεθα, μηδὲ πωλεῖν ὑποτίθεσθαι
ἕως πρότερόν σε πληρώσομεν. Ἁρποκρᾶς συναλλαγματογράφος Μεσοβη κεχρημάτικα διὰ …αθου τοῦ καὶ Φιλήτου γραμματέως
Τιθοῆς Ψεναμούνιος Ψάιτος καὶ Ταλαεῖς Ὥρου
γυνὴ αὐτοῦ μετὰ κυρίου αὐτῆς Τιθοέους
οἱ προγεγραμμένοι Τιθοεῖ Βήκιος· τεθείμεθά σοι τὸ προκείμενον δάνειον τῶν
τοῦ ἀργυρίου δραχμῶν ἑκατὸν τεσσαράκοντα ὡς πρόκειται. ἔγραψα ὑπὲρ
αὐτῶν Ἐπάγαθος ἀπελεύθερος Κατηνου ἐρωτηθείς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.