Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

chrest.mitt.156

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους η Μεχεὶρ ια, ὁμολογία παραχωρήσεως Σεβτίτιος Νααμσήσει τῆι ἑαυτῆς θυγατρὶ γῆς ἀρούρης 𐅵 βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου θεῶν φιλομητόρων σωτῆρων ἔτους η, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν σωτήρων καὶ θεῶν ἀδελφῶν καὶ θεῶν εὐεργετῶν καὶ θεῶν φιλοπατόρων καὶ θεῶν ἐπιφανῶν καὶ θεοῦ εὐπάτορος καὶ θεοῦ φιλομήτορος καὶ θεοῦ φιλοπάτορος νέου καὶ θεοῦ εὐεργέτου καὶ θεῶν φιλομητόρων σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφόρου Βερενίκης εὐεργέτιδος, κανηφόρου Ἀρσινόης φιλαδέλφου, ἱερείας Ἀρσινόης φιλοπάτορος, τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Μεχεὶρ ια ἐν Κροκοδίλων πόλει τοῦ Παθυρίτου ἐπὶ Σώσου ἀγορανόμου, ὁμολογεῖ Σεβτῖτις Ἀρσιήσιος Περσίνη ὡς ἐτῶν ξ μέση μελίχρως μακροπρόσωπος εὐθύριν φακοὶ προσώπωι μέσωι, μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ πρεσβυτέρου Φατρέους τοῦ Χεσθώτου Πέρσου ὡς ἐτῶν μ μέσου μελαγχρόου ὑποκλάστου μακροπροσώπου εὐθυρίνου ἀσήμου, καθʼ ἣν ὁμολογεῖ παρακεχωρηκέναι τῆι ἑαυτῆι θυγατρὶ Νααμσήσει Σπεμμίνιος Περσίνηι ὡς ἐτῶν με μέση μελίχρως πλατυπρόσωπος εὐθύριν οὐλὴ μετώπωι μετὰ κυρίου Εὐνόμου τοῦ ΠαστεᾶτοςΠαστεάστοσ Πέρσου ὡς ἐτῶν λε μέσου μελιχρόου ὑποκλάστου μακροπροσώπου εὐθυρίνου οὐλὴ μετώπωι μέσωι ἀπὸ τῆς ὑπαρχούσης αὐτῆι γῆς ἠπείρου σιτοφόρου ἐν τῶι ἀπὸ βορρᾶ Ἀποα πεδίωι Παθύρεως ἀπὸ ἀρουρῶν ε 𐅵 ἀρούρας ἥμισυ , ὧν γείτονες πάντων νότου καὶ βορρᾶ γῆ Καλίβιος καὶ Κήθιος, ἀπηλιώτου γῆ Πατοῦτος τοῦ Φίβιος καὶ τῶν ἀδελφῶν, λιβὸς περίχωμα, ἢ οἳ ἂν ὦσιν γείτονες πάντοθεν· καὶ μὴ εἰσελεύσεσθαι μήτʼ αὐτὴν Σεβτῖτιν μηδʼ ἄλλον μηδένα τῶν παρʼ αὐτῆς ἐπὶ τὴν Ναασμῆσιν μηδʼ ἐπʼ ἄλλον μηδένα τῶν παρʼ αὐτῆς, ὃς δʼ ἂν ἐπέλθηι ἡ τʼ ἔφοδοςεἰσοδοσ ἄκυρος ἔστωι, καὶ προσ αποτεισάτωπροσαποτεισάτωιἀποτεισάτωἀποτεισάτωι ὁ ἐπελθὼν ἐπιτίμουἐπὶ τοῦ παραχρῆμα χαλκοῦ τάλαντα ι, καὶ ἱερὰς βασιλεῦσι ἀργυρίου δραχμὰς σ, ἐφʼ ὧι οὐκ ἐξέσται αὐτῆι οἰκονομίαν ποιεῖσθαι κατὰ τοῦ 𐅵 ἀρούρας· ἣν δʼ ἂν ποιήσηται ἄκυρον εἶναι, καὶ μηθὲν ἧσσον ἐπάναγκον αὐτῆι ἔστωι ποιεῖν κατὰ τὰ προγεγραμμένα. μάρτυρες τούτων Πακοῖβις Θοτορταίου, ἱερεὺς Σούχου θεοῦ μεγίστου καὶ Ἀφροδίτης, ὡς ἐτῶν μ μέσος μελάγχρως τετανὸς μακροπρόσωπος εὐθύριν ἄσημος, καὶ Πατῆς Νεχούτου Πέρσης τῶν ἐκ Παθύρεως ὡς ἐτῶν λε μέσος μελίχρως ὑποκλαστὸς μακρο πρόσωπος εὐθύριν οὐλὴ μετώπωι. ἔτους η Μεχεὶρ ια, τέτακται ἐπὶ τὴν ἐν Παθύρει τράπεζαν ἐφʼ ἣς Πατσεους θέμα δεκάτης ἐγκυκλίου ΝαομσῆσιςΝααμσησισ ὠνῆς δραχμ Β δραχμὰς δραχμὰσ ϛ

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.