no image
DDbDP-text
Linked by Trismegistos ID
TM 22325.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἐπὶ τῆς τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ Σεβαστοῦ τὸ ε καὶ Μαξιμιανοῦ Σεβαστοῦ τὸ δ ὑπατείας.
ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Μάρκου
Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν Μεγίστων Σαρματικῶν Μεγίστων καὶ ἔτους δευτέρου Φλαυίου Οὐαλερίου Κωνσταντίου καὶ Γαίου Οὐαλερίου Μαξιμιανοῦ Ἐπιφανεστάτων Καισάρων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν μηνὸς Δίου Θῶθ ιγ ἐν Ἑρμοῦ πόλει
τῇ μεγάλῃ ἀρχαίᾳ καὶ σεμνοτάτῃ καὶ λαμπροτάτῃ. ὁμολογεῖ Αὐρήλιος Κάστωρ ὁ καὶ Εὐδαίμων βουλευτὴς τῆς λαμπροτάτης Ἀντινόου
πόλεως[…]μετὰ συνβεβαιωτοῦ πιστικελευστοῦ τοῦ καὶ ἐγγυωμένου τήνδε τὴν πρᾶσιν καὶ πάσας τὰς ἐγγεγραμμένας διαστολὰς Αὐρηλίου Ἑρμαπόλλωνος τοῦ καὶ Διοσκόρου Διδύμου Ἑρμοπολίτου ἀναγραφομένου ἐπʼ ἀμφόδου φρουρίου ἀπηλιώτου ὡς ἐτῶν […]
Αὐρηλίᾳ Κυριλλοῦτι Ἱέρακος ἀπὸ τῆς αὐτῆς Ἑρμοῦ πόλεως ἀναγραφομένῃ ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου χωρὶς κυρίου χρηματιζούσῃ τέκνων
δικαίῳ συνεστῶτος αὐτῇ τοῦ ἀνδρὸς αὐτῆς Αὐρηλίου Ἑρμείου τοῦ καὶ Κρονίουἐξηγητεύσαντος εὐθηνιάρχου βουλευτοῦ ἀποδεδειγμένου
γυμνασιάρχου τῆς αὐτῆς Ἑρμοῦ πόλεως πεπρακέναι τὸν ὁμολογοῦντα Κάστορα τὸν καὶ Εὐδαίμονα τῇ Κυριλλοῦτι …[…]
[…]κτητικὴν δούλην ὀνόματι Στεφάνην ἐπικεκλημένην Στεφανοῦν ἢ καὶ καὶ τίνι ὀνόματι καλεῖται ἢ κληθήσεται γένει Κρητικὴν εὐθύρινα οὐλὴν ἔχουσαν ἀνωτέρω ἀστραγάλου δεξιοῦ ποδὸς ὡς ἐτῶν κ, ἣν καὶ αὐτὸς ἐώνηται
[…]τῷ θ καὶ η καὶ α ἔτει Ἐπεὶφ παρὰ Ὡριγένους τοῦ καὶ Σωφρᾶ […]ωνος Κρηνατιου συνβεβαιοῦντος
αὐτῷ Αὐρηλίου[…] …υβι…μ… Σωσικουσμίου τοῦ καὶ Ἀλθαιέως ἀκολούθως τῇ γενομένῃ εἰς αὐτὸν
τὸν Κάστορα παρʼ αὐτοῦ τοῦ Ὡριγένους ἀσφαλείᾳ ἥνπερ ἀσφάλειαν μετὰ καὶ τῆς ἀπογραφῆς καὶ
ἀνακρίσεως ἧς πεποίηται
[…]τῷ καὶ Ἱππίᾳ τοῖς ἀξιολογωτάτοις ἐνάρχοις ὑπομνηματογράφοις μετὰ καὶ τῆς γενομένης εἰς αὐτὸν τὸν Ὡριγένη καὶ ἀποδοθείσης τῷ Κάστορι προκτητικῆς ἀσφαλείας τῆς αὐτῆς δούλης ἀνέδωκεν ὁ ἀποδόμενος
Κάστωρ τῇ ὠνουμένῃ Κυριλλοῦτι αὐτὴν καὶ τὴν ἀπὸ τούτων ἀσφάλειαν καὶβεβαίωσιν ἥνπερ δούλην ὀνόματι Στεφανοῦν[…]παρέδωκε τῇ ὠνουμένῃ Κυριλλοῦτι ταύτην τοιαύτην ἀναπόρριφον ἐκτὸς οὖσαν ἱερᾶς νόσου
καὶ ἐπαφῆς, τὴν δὲ πρὸς ἀλλήλους συνπεφωνημένην τιμὴν ἀργυρίου καινοῦ Σεβαστῶν νομίσματος τάλαντα
δέκα πέντε γίνονται ἀργυρίου τάλαντα ιε ἀπέσχεν ὁ ἀποδόμενος Κάστωρ παρὰ τῆς πριαμένης Κυριλλοῦτος κατὰ διαγραφὴν
τὴς ἐν Ἑρμοῦ πόλει Μισθωτῶν τραπέζης ἐκ πλήρους καὶ εἶναι περὶ αὐτὴν τὴν ὠνουμένην καὶ τοὺς παρʼ αὐτῆς
τὴν τῆς πεπραμένης αὐτῇ δούλης ὀνόματι Στεφανοῦτος ὡς πρόκειται καὶ τῶν ταύτης
ἐγγόνων ἐπὶ τὸ ἀεὶ κυρίαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας ὑπὲρ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῶνται
τρόπον ἐπὶ τὸν ἅπαντα χρόνον τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης
τῷ τε πωλοῦντι Κάστορι καὶ τῷ συνβεβαιωτῇ Ἑρμαπόλλωνι καὶ μὴ ἐπελεύσεσθαι αὐτὸν μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ
ἐπὶ τὴν ὠνουμένην μηδʼ ἐπὶ τοὺς παρʼ αὐτῆς περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί, ἐὰν δὲ ἐπέλθῃ
ἢ μὴ βεβαιώσῃ, ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτείσει ἢ ὁ ὑπὲρ αὐτοῦ ἐπελευσόμενος τῇ ὠνουμένῃ ἢ τοῖς παρʼ
αὐτῆς τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην
καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία ἔστω, ἐτάξατο δὲ ἡ ὠνουμένη τῷ τε ἐγκυκλίῳ καὶ τῇ ἀγορανομίᾳ τὰ ὀφειλόμενα […]
περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γενέσθαι ἐπερώτησέν τε ἡ ὠνουμένη Κυριλλοῦς ὡμολόγησεν ὁ ἀποδόμενος Κάστωρ. Αὐρήλιος Κάστωρ ὁ καὶ Εὐδαίμων βουλευτὴς πέπρακα τὴν προκιμένην δούλην ὀνόματι Στεφάνην
ἐπικεκλημένην Στεφανοῦν καὶ βεβαιώσω ὡς πρόκειται. ΑὐρήλιοςἙρμαπόλλων ὁ καὶ Διόσκορος Διδύμου ἐγγυῶμαι καὶ συνβεβαιῶ ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.