no image
DDbDP-text
Act of Divorce via HGV-meta
Linked by Trismegistos ID
TM 10730.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἀντίγραφον περιλύσεως
ἔτους ἑπτακαιδεκάτου Αὐτοκράτορος Καίσαρος
Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς
[…] ἐν Μ[…]…[…]τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοΐτου
νομοῦ. ὁμολογοῦσιν ἀλλήλοις Κρονοῦς ἡ καὶ Φιλουμένη
Κάστορος ὡς ἐτῶν κ οὐλὴ ἀντικνημίῳδεξιῷ μετὰ κυρίου τοῦ ἑαυτῆς πατρὸς Κάστορος Πυρίωνος ἐτῶν μδ οὐλὴ μετώπῳ ἐκ
δεξιῶν[…]ν…ας καὶ Λυσίμαχος ὁ γενόμενος τῆς Κρονοῦτος
τῆς καὶ Φιλουμένης ἀνὴρ υἱὸς Ἡρακλείδου ἐτῶν λ οὐλὴ γόνατι
ἀριστερῷ[…]ονους με[…]συνῆρσθαι τὴν προς ἀλλήλους συνβίωσιν ἥτις αὐτοῖς συνειστήκει ἀπὸ
συνγραφῆςὁμολογίας τετελειωμένης διὰ τοῦ ἐν
Τεπτύνει γραφείου ἐν τοῖς ἔμπροσθεν χρόνοις, καὶ ἐξεῖναι ἑκατέρῳ αὐτῶν τὰ καθʼ ἑαυτὸνοἰκονομεῖν ὡς ἐὰν αἱρῆται,
τῇ δὲ Κρονοῦτι καὶ ἐπισυναρμόσασθαι ᾧ ἐὰν βούληται ἀνδρί α…[…]ετ…των[…]τοῦ Λυσιμάχου. Κάστωρ δὲ ὁ προγεγραμμένος παραχρῆμα ὁμολογεῖ ἀπέχειν παρὰ τοῦ
Λυσιμάχου ἀνδρὸς τῆς ἑαυτοῦθυγατρὸς Κρονοῦτος διὰ τοῦ ἐν Τεπβύνει γραφείου φερνὴν χρυσικὴν καὶ ἀργυρικὴν καὶ εν
…δημ[…]ωνος…[…]τα ἅπαντας
δὲ τοὺς προγεγραμμένους μηδὲἐπελεύσεσθαι ἑκάτερον
ἐπʼ ἀλλήλους περὶ μηδενὸς τῶν εἰς τὴν συνβίωσιν
ἀνηκόντων μηδὲ περὶ ἑτέρου ἁπλῶς πράγματος ἐγγράπτου μηδὲ ἀγράφου μηδὲ ὀφειλήματος μηδὲ παντὸς τῷ καθόλου συναλλάγματος ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι
τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενί. γέγονε δὲ αὐτοῖς
Λυσιμάχῳ καὶ Κρονοῦτι ἐξ ἀλλήλων υἱὸς Ἡρακλείδης ὁ καὶ
Οὐαλέρις, ἀκύρων ὄντων ὧν ἔχουσι οἱ δύο Λυσίμαχος
καὶ Κάστωρ ἀλλήλων χειρογράφων. ὑπογραφεὺς τῆς
Κρονοῦτος τῆς καὶ Φιλουμένης ὁ προγεγραμμένος αὐτῆς
πατὴρ Κάστωρ Πυρίωνος ὁ καὶ ἐπιγραφεὶς αὐτῆς κύριος.
ἡ περίλυσις ἥδε κυρία ἔστω πανταχῇ ἐπιφερομένη
[…]τοσ[…]…[…]τρ[…]… Κρονοῦς ἡ καὶ Φιλουμένη μετὰ κυρίου τοῦ πατρὸς Κάστορος τοῦ Πυρίωνος καὶ ε… Κάστωρ
ὁ προκείμενοςὁμολογοῦμεν συνῆρσθαι τὴν πρὸς Λυσίμαχον
συνβίωσιν ἥτις αὐτοῖς συνειστήκει ἀπὸ συνγραφῆς
ὁμολογίας τῆςτελειωθείσης διὰ τοῦ ἐν Τεπτύνει γραφείου
ἐν τοῖς ἔμπροσθεν χρόνοις. Κάστωρ δὲ ἀπέχω τὴν
[2]
διʼ αὐτῆς συνγραφικὴν φερνὴν χρυσικήν τε καὶ ἀργυρικὴν καὶ παράφερνα
παντοῖα, καὶ ἐξεῖναι ἑκατέρῳ ἡμῶν τὰ καθʼ ἑαυτὸν οἰκονομεῖν ὡς ἐὰν αἱρώμεθα
καὶ μὴ ἐπελεύσεσθαι ἑκάτερος ἑαυτῶν
ἐπʼ ἀλλήλιος περὶ μηδενὸς ἁπλῶς τῷ
καθόλου ἐγγράπτου μηδὲ ἀγράφου μέχρι
τῆς ἐνεστώσης ἡμέρας. γέγονε δὲ ἡμῖν
τῇ δὲ Κρονοῦτι καὶ Λυσιμάχῳ ἐξ ἀλλήλων υἱὸς Ἡρακλείδης ὁ καὶ Οὐαλέρις,
ἀκύρων ὄντων ὧν ἔχομεν πρὸς ἀλλήλους χειρογράφων. Κάστωρ ἔγραψα
καὶ ὑπὲρ τῆς θυγατρός μου μὴ εἰδυίας
γράμματα. Λυσίμαχος Ἡρακλείδου
ὁμολογῶ συνῆρσθαι τὴν πρὸς Κρονοῦν
συνβίωσιν καὶ ἐξεῖναι ἑκατέρῳ ἡμῶν
τὰ καθʼ ἑαυτὸν οἰκονομεῖν, τῇ δὲ
Κρονοῦτικαὶ ἑτέρῳ ἀνδρὶ
ἐπισυναρμόσασθαι, καὶ οὐκ ἐπελεύσομαι περὶ μηδενὸς
ἁπλῶς τρόπῳ μηδενί. γέγονε δὲ ἡμῖν
Λυσιμάχῳ καὶ Κρονοῦτι ἐξ ἀλλήλων
υἱὸς Ἡρακλείδης ὁ καὶ Οὐαλέρις, ἀκύρων
ὄντων ὧν ἔχομεν πρὸς ἀλλήλους
χειρογράφων καθὼς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.