no image
DDbDP-text
Sale of a share in two camels at Soknopaiou Nesos. Copy of a bank-registered sale in which Pabous sells to his mother Tanephremmis and his three sisters his one-third share in two female camels, one white and one black, for 400 silver drachmas. It was drawn up at Soknopaiou Nesos in the Arsinoite nome in October 166. machine translation
Linked by Trismegistos ID
TM 11713.
Each record below describes this same artifact or text from a different angle.
ἀντίγραφον πράσεως. ἔτους ζ Αὐτοκράτορος Καίσαρος
Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ
καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου
Οὐήρου Σεβαστοῦ Φαῶφι ιδ διὰ τῆς
Διοξένου τοῦ καὶ Σαραπίωνος τραπέζης στοᾶς
Ἀθηνᾶς. Τανεφρέμμις Στοτοήτεως
τοῦ Ἁρπαγάθου καὶ αἱ ταύτης θυγατέρες
Ταουῆτις καὶ Θασῆς καὶ Ἐριεὺς αἱ τρεῖς
Ἁρπαγάθου τοῦ Σαταβοῦτος ἀπὸ κώμης
Σοκνοπαίου Νήσου ἑκατέρα μετὰ κυρίου ἡ μὲν
Τανεφρέμμις καὶ Ταουῆτις τοῦ τῆς Τανεφρέμμεως ἀδελφοῦ Στοτοήτις, ἡ δὲ Θασῆς Θασῆς
τοῦ ἀνδρὸς Πακύσεως Σαταβοῦτος, τῆς δὲ
Ἐριεύως Παβοῦτος Σαταβοῦτος αἱ τέσσαρες τῷ τῆς Θανεφρέμμεως υἱῷ τῶν
δὲ περὶ τὴν Ταυῆτιν ὁμοπατρίωι καὶ ὁμομητρίωι ἀδελφῷ Παβοῦτι[…]ολ […]αι
[…]πεπρακέναι τὸν Παβοῦν ταῖς περὶ
τὴν Τανεφρέμμιν τὸ ὑπάρχον αὐτῷ τρίτον μέρος κοινὸν πρὸς αὐτὰς
κατὰ τὸ λοιπὸν δίμοιρον μέρος καμήλων
δύο θηλειῶν μιᾶς μὲν
λευκοχρόας, τῆς
δὲ ἑτέρας μελανόχρου τούτων
τοιούτων ἀναπορρίφου ἃς καὶ παρέλαβαν αἱ περι τὴν Τανεφρέμμιν καὶ
ἀπέχει ὁ Παβοῦς τὴν συνπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς τετρακοσίας γίνονται δραχμαὶ υ καὶ βεβαιοῖ πάσῃ βεβαιώσει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.