no image
DDbDP-text
Edict of a Praefect Concerning Archives via HGV-meta
Linked by Trismegistos ID
TM 20696.
Each record below describes this same artifact or text from a different angle.
[v,1]
ο[…]βι…[…]αρεστ[…]νων π[…]η[…]ω[…]α[…]
βαρὺ δὲ τοῖς ἀποτάκτοις πραγματευομένοις ὑπογράφομαι κατʼ
ἀμεριμνίας τόπον τῷ εἰς τὸ Ναναῖον εἰωθότι τελεῖσθαι καὶ εἰς τὴν
ἑτέραν διδόναι βιβλιοθήκην … τάχιστον …… δὲ ἐπιτηρηταὶ καταχωριζέτωσαν τοὺς τῆς προσόδου λόγους εἰς τὸ τριακοντάκλεινον διὰ
πέντε ἡμερῶν, οὐ μόνον ἵνα ἡ πρόσοδος φανερὰ γένηται ἀλλʼ ἵνα καὶ
αὕτη ἡ ἀσφάλεια ταῖς ἄλλαις προσῇ. οἱ μέχρι νῦν ἐν τῷ καταλογείῳ
ἀπολογισταὶ γραμματεῖς καλούμενοι κατὰ τὸ παλαιὸν ἔθος ἐγλογιζέσθωσαν τὰ συναλλάγματα περιλαμβάνοντες τά τε τῶν νομογράφων
καὶ τὰ τῶν συναλλασσόντων ὀνόματα καὶ τὸν ἀριθμὸν τῶν οἰκονομιῶν καὶ τὰ εἴδη τῶν συνβολαίων καὶ καταχωριζέτωσαν ἐν ἀμφοτέραις ταῖς βιβλιοθήκαις. οἱ καλούμενοι εἰκονισταὶ ὅταν τὸν τόμον
τῶν προσαγορευομένων συνκολλησίμων πρὸς καταχωρισμὸν ἀνετάζωσι παρασημειούσθωσαν εἴ που ἀπαλήλιπται ἢ ἐπιγέγραπταί τι
ὃ ἑτέρως ἔχει· καὶ ἀντίγραφον γενόμενον ἐν ἑνὶ χάρτῃ καταχωριζέτωσαν
εἰς τὰς δύο βιβλιοθήκας, κελεύω γὰρ καὶ ἐπὶ τῆς ἄλλης Αἰγύπτου γείνεσθαι τὸ ἐπʼ Ἀρσινοειτῶν καὶ […]πολειτῶν … νῦν φυλασσόμενον. προσ-
[v,2]
θήσουσι δὲ καὶ τὸν τῶν κολλημάτων ἀριθμὸν καὶ
τὰ ὀνόματα τῶν συναλλαξάντων, ποιείτωσαν
τὸ αὐτὸ καὶ οἱ καλούμενοι ἐπὶ τῆς διαλογῆς τῶν
κατὰ καιρὸν ἀρχιδικαστῶν γραμματεῖς καὶ τὰς
πενθημέρους καταχωριζέτωσαν. ὁ ἐπιτηρητὴς
τοῦ Ναναίου μήτε τὰ ἐκδόσιμα διδότω μήτε ἐπισκέψασθαι ἐπιτρεπέτω μήτεἄλλο τι οἰκονομείτω
πρὶν αὐτῷ ἐπιστέλληται ὑπὸ τοῦ τῆς Ἁδριανῆς βιβλιοθήκης ἐπιτηρητοῦ, ἐπεὶ ὑπεύθυνός ἐστιν ὡς παραλογίσασθαί τι βουληθεὶς τῶν δεόντων. καταχωριζέτωσαν οὖν εἰς ἀμφοτέρας τὰς βιβλιοθήκας
τὰ συναλλάγματα οἱ μὲν ἐν τῇ πόλει πραγματευόμενοι ἀπὸ Φαρμοῦθι νεομηνίας, οἱ δὲ ἐν Αἰγύπτῳ
ὁμοίως ἀπὸ Παχών.
ἔτους ια Αὐτοκράτορος Καίσαρος Τραιανοῦ
Ἁδριανοῦ Σεβαστοῦ, Φαμενὼθ κϛ. προτεθήτω.
[v,3]
Τίτος Φλαούιος Τιτιανὸς ἔπαρχος Αἰγύπτου
λέγει·
οὐκ ἔλαθέ με ὅτι οἱ ἀπὸ τῆς Αἰγύπτου νομικοί,
ἄδειαν ἑαυτοῖς ὧν ἁμαρτάνουσι ἔσεσθαι νομίζοντες, πανταχοῦ μᾶλλον καταχωρίζουσι
τὰς ἀσφαλείας ἢ ἐν Ἁδριανῇ βιβλιοθήκῃ,
διὰ τοῦτο κατασκευασθείσῃ μάλιστα ὅπως
μηδὲν τῶν παρὰ τὸ προσῆκον πρασσομένων
ἀγνοῆται. τούτους τε οὖν κελεύω καὶ
τοὺς πολιτικοὺς πάντας τὰ ἀκόλουθα τοῖς
προστεταγμένοις ποιεῖν, εἰδότας ὅτι τοὺς
παραβάντας καὶ διὰ ἀπειθίαν κακῶς
ἀφορμὴν ζητοῦντας ἁμαρτημάτων
τιμωρήσομαι. προτεθήτω.
ἔτους ια Αὐτοκράτορος Καίσαρος Τραιανοῦ
Ἁδριανοῦ Σεβαστοῦ, Μεσορὴ κζ.
[v,4]
Ἀπολλώνιος Ὡρίωνι τῷ τιμιωτάτῳ
χαίρειν.
ἵνα μηδέν σε λανθάνῃ ὧν ὁ κράτιστος
περὶ τῆς Ἁδριανῆς βιβλιοθήκης τῇ κζ
τοῦ Μεσορὴ διὰ προγράμματος προσέταξε, αὐτὸ τὸ πρόγραμμα ἐκγραψάμενος
ὑπέταξα τῇ ἐπιστολῇ. ἔρρωσο. Φαῶφι δ. ἔστιν δέ
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.