no image
DDbDP-text
Processo verbale di una udienza del prefetto via HGV-meta
Linked by Trismegistos ID
TM 23571.
Each record below describes this same artifact or text from a different angle.
[1]
ἀντίγραφον ἐξ ὑπομνηματισμῶν
ἔτους δ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ
Σεβαστοῦ Γερμανικοῦ Μεχεὶρ ιδ.
Ἰσίδωρος ὁ καὶ Φιβίων πρὸς Ἀχιλλεὺς …ρα…
…χ……[…]……νψ……
ὑπόθεσις […]… ἀπέχειν […]
…ρα……[…]
Σεπτίμιος Οὐέγετος[…]… τὸν Φιβίωνα.
παραστα[…]αμενος ὀφείλειν σοι
διʼ ἃς αὐτ…[…]…[…]……… εὐθέως
μαστιγω…[…]Φιβίων· τὸ πρᾶγμα χαρίζομαι
αὐτῶι, ἵνʼ ἀμελῶς ἔχω
Σεπτίμιος Οὐέγετος· …[…] ἐγκαλεῖς αὐτῶι;
Κεφάλων ῥήτωρ· τῆς σῆς εὐεργεσίας δεόμενος ἐντυγχάνει σοι τὸ πρῶτον καὶ ἀναγκαιότατον συγγνώμην
αἰτούμενος, ἐπεὶ ἐπλανήθη περὶ τὴν ἔντευξιν· ἔδει γὰρ ἀναφόριόν σοι δοῦναι, ὡς καὶ σὺ ἠθέλησας. δεόμεθα οὖν μὴ μαστιγωθῆναι αὐτὸν. τὸ δὲ ζήτημα νῦν
ἐστι τοιοῦτο. ὁ πατὴρ τοῦ ἀντιδίκου ἐδανείσατο παρὰ
τοῦ πατρὸς τοῦ ἡμετέρου ἑκατὸν ἀρτάβας πυροῦ. κληρονομικὸν δὲ τὸ δίκαιον. δοκῶ δὲ ὅτι οὐ τῶν χαρακτήρων μόνων κληρονόμους δεῖ εἶναι, ἀλλὰ καὶ τὰ ὀφειλόμενα ὑπὸ τῶν κληρονομηθέντων ἀποδιδόναι.
Ἀριστόνικος ῥήτωρ· ἀναγνώτω πῶς ὀφείλεται ταῦτα.
Κεφάλωνος ἀναγνόντος ἐπίσταλμα Ἀρχίου τοῦ καὶ Πολυδεύκους ἐπὶ τοῦ ια ἔτους θεοῦ Κλαυδίου
Ἀριστόνικος· τὸν μὲν δανειοκόπον τοῦτον[…]
ἐνθάδε καλοῦνται οἱδεδανεικότες ἐκ πολλῶν ἤδη χρονων ἄνθρωπον στατέον εἰς τὰ θέατρα…[…]…τα· ὁ δὲ ἡμέτερός ἐστιν εὐσχήμων
[…]…εν εννε[…]ν τοῦ μελ[…]
[…] πότε δ[…]γραφο…[…]
[…]ε γραπ[…]ωι…[…]
[…]νουτ[…]
[2]
Φιβίων· οὐκ οἶδα. Σεπτίμιος Οὐέγετος· ὅ γε σὺ οὐκ οἶδας οὐδὲ ἡμει[…]…ωμεν.
Κεφάλων· τὸ μὲν ἐπίσταλμα τοῦ πατρὸς τούτου
ἐστίν· προστάτης δὲ ὢν ὁ δοῦλος ὑπέγραψεν ὅτι
μετρήσει, οὐδὲν δὲ μεμέτρηκεν ἅπαξ ἀπὸ τοῦ ἐπιστάλματος. Σεπτίμιος Οὐέγετος· πρῶτον μὲν
ζητεῖται, εἰ τοῦ πατρὸς τούτου γράμματά ἐστιν, δεύτερον διὰ τί ἕως σήμερον οὐκ ἀπῄτησας· δύναται
γὰρ καὶ γεγραφέναι ὁ […]ιος καὶ μεμετρηκέναι.
Ἀριστόνικος· σὺ μὲν ζητεῖς ὀρθῶς ταῦτα, ἐγὼ δέ σοι τὸ
καθολικὸν λέγω· ἡγεμόνες πενταετίον ὥρισαν
περὶ τῶν πολυχρονίων· ἄλλʼ οἳ δεκαετίαν, οὐχ ὅπου
διαλογισμοὶ καὶ ἡγεμόνες παραγενόμενοι. πυθοῦ
αὐτοῦ. πόσα ἔτη ὁ πατὴρ αὐτοῦ ἐπέζησεν.
Φιβίων· ἠρνήσατο οὗτος τὴν κληρονομίαν τοῦ πατρὸς
καὶ ἐγὼ τὴν τοῦ ἰδίου πατρός, ἐπεὶ σιτολόγοι ἦσαν καὶ ἀπῃτοῦντο εἰς τὸν Καίσαρος λόγον.
Ἀριστόνικος· εἰ οὖν καὶ ὠφείλετο εἰς τὸν Καίσαρος λόγον,
διὰ τί οὐκ ἀπῄτει τότε; Σεπτίμιος Οὐέγετος·
λιμοῦ γενομένου πεινῶν οὐκ ἀπῄτεις τὸν πυρόν,
εἰ ὠφείλετό σοι; Φιβίων· παρεκάλει με τέσσαρας
μνᾶς λαβεῖν. Ἀριστόνικος· ἐὰν τούτῳ προχωρήσῃ, ἐποίσουσιν μυρίοι χειρόγραφα τοῦ πατρὸς τούτου·
ἐν ὀρφανείᾳ γὰρ κατελίπε οὗτος.
Σεπτίμιος Οὐέγετος τῶι Φιβίωνι· ἄξιος μὲν ἦς μαστιγωθῆναι, διὰ σεαυτοῦ κατασχὼν ἄνθρωπον
εὐσχήμονα καὶ γυναῖκα· χαρίζομαι δέ σε τοῖς ὄχλοις καὶ φιλανθρωπότερός σοι ἔσομαι. διὰ τεσσεράκοντα ἐτῶν ἐπιφέρεις ἐπίσταλμα· τὸ ἥμισύ σοι
τοῦ χρόνου χαρίζομαι· μετὰ εἴκοσι ἔτη ἐπανελεύσῃ πρὸς ἐμέ. καὶ ἐκέλευσε τὸ χειρόγραφον χιασθῆναι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.