no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9263.
Each record below describes this same artifact or text from a different angle.
ἀντίγραφον ἀναφορίου.
[…] Φαβρικιανῷ ἐπάρχωι εἴλης καὶ ἐπὶ τῶν κεκριμένων
παρὰ Τιβερίου Τιβερείνου οὐετρανοῦ. ἀνέτεινα βιβλίδια τῷ λαμπροτάτῳ
ἡγεμόνι καὶ ἀνεπέμφθην ἐπὶ σὲ ἐπὶ ὑπογραφῆς οὕτως ἐχούσης· οἱ ταῦτα ἐπιδόντες τὰ βιβλίδια ἀριθμῷ ιθ ἐντύχετε Φαβρικιανῷ ἐπάρχῳ εἴλης καὶ ἐπὶ τῶν
κεκριμένων[…]… ᾧ τὰ ἴσα ἐδόθη, ὃς τὰ κεκριμένα ἐκβιβάσει. τὸ ἀντίγραφον
[…]…[…]… καὶ ἀξιῶ ἀκουσθῆναι· ὑπέταξα δὲ καὶ τὸ ἀνῆκον μέρος τῆς τοῦ
στρατηγοῦ ἀποφάσεως τὸ ἀντίγραφον, ἵνʼ ὦ εὐεργετημένος. διευτύχει. — ἔστι δὲ τοῦ βιβλιδίου τὸ
ἀντίγραφον· Οὐολουσίῳ Μαικιανῷ ἐπάρχῳ Αἰγύπτου παρὰ Τιβερίου Τιβερίνου
οὐετρανοῦ. κατὰ τὴν ἔμφυτόν σου εὐμένειαν προῄρεσαι εἰς πᾶν τὰ ἐπάξια
πρ…[…]…ξασθαι πρὸς τὰ ἤδη κεκριμένα ὑπὲρ τοῦ μὴ ὥρας διπλᾶς κατατρίβεσθαι,
καὶ αὐτόθʼ οὖν πρὸς τοὺς τὰ ἤδη κεκριμένα μάτην παρενοχλοῦντας, διʼ οὗ περὶ
τῶν ἀντιδίκων ἐντυγχάνω σοι δεόμενος τῆς ἀπὸ σοῦ ἀντιλήμψεως
τυχεῖν. διαδικασίας περὶ κληρονομίας μοι ἐνστάσης κατέστημεν ἐπὶ Θεοδώρου …[…]…[…]πέρας εἴληφεν καὶ προσκριθέντων μοι τῶν ὑπαρχόντων
[…]…[…]…[…]…μενης τῆς κληρονομίας κατὰ τὰ κείμενά μοι δίκαια· ἐπειδὴ[…]ε[…]…α[…]ν περὶ τῶν αὐτῶν παλινδικοῦντες καὶ μάτην
ἐπέδωκάν μοι ἐμφοβοῦντές με διαστολικὸν ὑπόμνημα, παρατυχὼν
ἐπὶ τὴν σὴν διάγνωσιν ἀξιῶ προσκυνῶν τὸ ἱερώτατον βῆμα του…ο…[…]
λι…[…]ων ἐκ τῆς ἀσυνκρίτου ἐπιστροφῆς εἰς τοῦτο μεῖναι αὐτοὺς
α…[…]να νουθεσίας, ἀκοῦσαί μου πρὸς αὐτούς, ἤδη ποτὲ ἀποσπῶνται τῆς κατʼ ἐμοῦ ἐπηρείας παρασύραντές με εἰς τὰ κριτήρια, ἄνθρωπον
τούτοις ὑπηρετήσαντα ταῖς στρατίαις ἀμέμπτως, ἵνʼ ὦ ὑπὸ σοῦ εὐεργετημένος. διευτύχει. Τιβέριος Τιβερεῖνος οὐετρανὸς ἐπιδέδωκα.
ἔτους […]Φαρμοῦθι ε. μέχρι τούτου τὸ βιβλίδιον. ἔστιν δὲ
καὶ τῆς ἀποφάσεως τὸ ἀνῆκον μέρος· Θεόδωρος στρατηγὸς σκεψάμενος εἶπεν· ἤδη καὶ ἐχθὲς διαλαβὼν ὑπερεθέμην μὲν τὸ πρᾶγμα ἐκ τοῦ ἀναγνωσθέντος ὑπομνήματος Μουνατίου· ἐπεὶ δὲ σήμερον καὶ ὁ Τιβερεῖνος
κατέστη ὑπὲρ μαμμῴων ὑπαρχόντων, ὧν οὐ δεόντως ἐπικρατοῦσιν αἱ περὶ τὴν Ἀθηνάριον ὡς ἐκ διαθήκης κληρονόμοι γενόμεναι τῶν τοῦ
ε…[…]Ἀνθεστίου Γεμέλλου πάτρωνος αὐτῶν ὑπαρχόντων τῶν μήπω φθασάντων εἰς αὐτὸν ἐλθεῖν ἀπὸ τῆς μητρός, συνεμπέπλεκταί τε τῶι
ἀναγνωσθέντι ὑπομνήματι καὶ μαμμῷα ὑπάρχοντα, αἱ περὶ τὴν
Ἀθηνάριον ἱκανὸν παρέξουσι τῶν ἐκ κρίσεως φανησομένων, πάσης τε τῆς προσόδου, ἐξ οὗ τετελεύτηκεν ὁ Ἀνθέστιος Γέμελλος.
ἐξῆλθεν Διόσκορος Ἁρποκρατίωνος ὑπηρέτης. μέχρι τούτου ἡ ἀπόφασις· ἔστι δὲ καὶ τὸ ἀνῆκον
μέρος τοῦ ὑπομνήματος· τυγχάνει δέ, κύριε, καὶ ὃν λέγουσι πατέρα αὐτῶν εἶναι ἔτι πάλαι ὑπὸ Ἀπολλιναρίου στρατηγήσαντος κατακριθεὶς λόγους μου τάξασθαι, ὅστις οὐκ ἔταξεν· κατὰ τοῦτο ἀξιῶ καὶ νῦν
τούτους τοὺς κληρονόμους λόγους μοι τάξασθαι. Τιβέρις Τιβερῖνος
ἐπιδέδωκα. Θέων· ἀξιοῖ Τιβερῖνος τῇ ἀποφάσει τοῦ κρατίστου Λιβεραλίου
μεν…[…]…φ[…]ι Φαρμοῦθι ζ. ἐξῆλθεν ὁ αὐτὸς ὑπηρέτης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.