no image
DDbDP-text
Linked by Trismegistos ID
TM 20196.
Each record below describes this same artifact or text from a different angle.
ἀντίγραφον ὑπομνηματισμοῦ. ἐξ ὑπομνηματισμῶν ου Κλαυδίου Φιλοξένου ἀρχιδικαστοῦ. ἔτους ιθ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαμενὼθ κη ἐν Μέμφι ἐπὶ τοῦ βήματος. Ταποντὼς διʼ ἐκδίκου Πασίωνος τοῦ ἀνδρὸς πρὸς Φανομγέα καὶ θέα. Βερνεικιανοῦ ῥήτορος εἰπόντος Πεθέα πάππον τῆς συνηγορουμένης πατέρα δὲ τῶν ἀντιδίκων ἔχοντα πρεσβύτα τον υἱὸν ὁμώνυμονὁμυώνυμον ἑαυτῷ τὸν πατέρα ταύτης τετελευτηκέναι, κατὰ δὲ τοὺς νόμους τῆς τῶν ὑπαρχόντων διμοιρίας ἀντιλαμβανό μενον ἐκεῖνον εἰς τὴν συνηγορουμένην ἀφήλικα οὖσαν συντετα χέναι καταγραφὰς ὑπαρχόντων, ἀποθανόντος δὲ τοὺς ἀντιδίκους θείους τῆς παιδὸς ἐνσεσεικέναιἐνσεσικέναι ἑαυτοὺς τῇ ἐπιτροπῇ καὶ πάν των ἀντιλαμβανομένους μήτε λόγους τετάχθαι μήτε γραφὴν τῶν καταλειφθέντων κατακεχωρικέναι μήτε τροφὰς τῇ ἐπι τροπευθείσῃ κεχορηγηκέναι. Διονυσίου καὶ Ἁρποκρατίωνος ῥητόρων ἀποκριναμένων ὀνηλάτην δημόσιον ὄντα τὸν τῆς ἀντιδίκου πατέρα μετέωραμετέορα πολλὰ καταλελοιπέναι, διʼ ἃ τοὺς συνηγορουμένους ἠναγκάσθαι τῶν πραγμάτων ἀντιλαμβάνεσθαι, ζημείας οὖν ὑπο μένονταςὑπομένοντες εἰς τοῦτον τὸν λόγον ἀξιοῦν, εἰ βούλεται ἡ ἀντίδικος κατασχεῖν τὰ πατρῷα παραδοχὴν γενέσθαι τῶν δαπανῶν αὐ τῶν, διαβεβαιουμένου τοῦ Πασίωνος μὴ γεγονέναι τὸν πατέρα τῆς ἐκδικουμένης ὀνηλάτην, Κλαύδιος Φιλόξενος νεωκόροςνεοκόρος τοῦ μεγάλου Σαράπιδος γενόμενος ἔπαρχος σπείρης πρώτης Δαμασκηνῶν τῶν ἐν τῷ Μουσείῳ σιτουμένων ἀτελῶν ἱερεὺς καὶ ἀρχιδικαστής· ὁ τοῦ νομοῦ στρατηγὸς ἐξετάσειἐξετάσι περὶ τούτου, καὶ ἐὰνκἂν φανῶσι οἱ περὶ τὸν Φανομγέα κατὰ ταύτην τὴν αἰτίαν ἀντειλημμένοι τῶν πατρῴων, τῆς ἐκκαλούσης, ἀποκατασταθῆναι αὐτῇ ποιήσει τὰ προσήκοντα. ἀνέγνων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.