Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

chrest.mitt.91

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

το Πόστουμος κρει ος μουτη εἶπεν· ονοις πε Νικων μ πε ἐνθάδε συ παρεῖ; Σμάραγδος εἶπεν· κατῆλθον, ἵνα οἱ κληρονόμοι κληρονομ τὰ οὐικήσιμα τελῶσιν ἢινη ἵνʼ ἐγὼ ὑπὲρ ἐ μαυτοῦ καὶ τῶν τέκνων μου δῶ. Πόστουμος εἶπεν· πρὸ δώδεκα ἐτῶν τῶν ταβελλῶν γενομένων νῦν ἐμνήσθης περὶ εἰκοστῆς; δύνασαι οὖν, λαβὼν βενεφικιάριον, ἀναζητήσας ἀγαγεῖν τὸν Εὐτυχᾶν καὶ κο μίσαι τὰς ταβέλλας. Σμάραγδος εἶπεν· ζητήσω αὐτόν. μεθʼ ὀλίγον ἐ πελθόντος τοῦ Σμαράγδου καὶ κομίσαντος ταβέλλας τρεῖς καὶ εἰπόν τος τὸν Εὐτυχᾶν μὴ εὑρηκέναι, Πόστουμος εἶπεν· πόθεν οὖν τὰς τα βέλλας ἔλαβες· Σμάραγδος εἶπεν· τὸ παιδίον τὸ παραφυλάσσον χ αὐ τοῦ τὴν ξενίανζενίαν αἰτήσας ἔλαβον αὐτάς. Πόστουμος εἶπεν· ἐπηνέ χθησαν ταβέλλαι δύο ἐλευθερώσεων τοῦ αὐτοῦ ὀνόματος δια φόροις χρόνοις, καὶ διστάζω, εἰ τῇ τοῦ τετελευτηκότος χειρὶχειρεὶ ἐγράφη. πῶς γὰρ δύναται δὶς τὸν αὐτὸν ἠλευθερωκέναι; διὰ τοῦτο οὖν καὶ περὶ τῶν ἄλλων ταβελλῶν πασῶν ὑποπτεύω καὶ πολλά με κινεῖκεινεῖ πιστοῦν ὅτι πρὸ πολλῶν ἐτῶν γραφεισῶν εἰκοστὴ οὐκ ἐδόθη καὶ ὅτι μεθʼ ἱκανὰ ἔτη ἀπογραφόμενος ἐκεῖνος ἐπικρίσεως γεινομένης δούλους αὐτοὺς ἀπεγράψατο· ἀλλὰ καὶ αὐτοὶ ὁμολογοῦσι μηδέποτε ἐγνωκέναι αὑτοὺς ἐλευθέρους γενομένους καὶ ὅτι ὁ Γεμέλλος ἐδολοφο νήθη καὶ μετὰ τὸν θάνατον αὐτοῦ αἱ ταβέλλαι ὡς κατὰ χάριν αὐτοῦ τοῖς δούλοις ἐδόθησαν. καὶ ἐκέλευσεν τὸν δηλούμενον γεγραφέναι τὰς ταβέλλας νομικὸν Ἰούλιον τὸν καὶ Σαραπίωνα προσαχθῆναι. Διογένης προσοδοποιὸς εἶπεν· ἐὰν ἐξετάσῃς, εὑρήσεις διὰ τῆς γε νομένης ἐπικρίσεως δούλους ἀπογραφέντας μεταγενομένων τῶν μετὰ γενομεν ταβελλῶν. Κασιανὸς εἶπεν· οης τη μόνος ὅλον σοι τὸ πρᾶγμα ἐπὶδείξω. ἡ γὰρ τ μὴ ἐπενεχθῇ Πτολεμαϊδος ὡς γενομένης γυναικὸς τοῦ στρατιώτου η. ἐπεὶ γὰρ ἔγνωσάν τινας δούλους ἐλευθερῶσθαι ἔτι δὲ καὶ σύντροφος ὢν ὁ Σμάραγδος συνέπραττεν αὐτοῖ ὑφελόμενοι αὐτῶν τὰς ταβέλλας τῆς ἐλευθερώσεως καὶ ἑτέραν ταβέλλαν μετὰ τὴν τοῦ ἐλευθερωθέντος τελευτὴν καὶ ἐξαλείψαντες ἐκ τῶν τούτου ταβελλῶν τὸ ὄνομα ἤλλαξαν τὸ τοῦ Εὐκαίρου, ὅπως ἐὰν ἐπενέγκῃ ὁ Εὔκαιρος ἐκπεπλασμένης αὐτῆς ἐπικρινηται τῆς αὐτοῦ ταβέλλης τω οὔσης. καὶ ἱμάτια δὲ ἑλεῖν ἐπέδειξα τοῦ τετελευτηκότος ἠμφιεσμένην τὴν Πτολεμαΐδα καὶ τὴν μητέρα καὶ τὸν ἀδελφὸν αὐτῆς, καὶ ἀξιῶ, ἐπειδὴ πλείονα ἐκ τῶν τοῦ τετελευτηκότος ὑφείλαν το, ἀντὶ τούτων ἀναιρεθῆναι τὰ ἀνδράποδα· καὶ γὰρ Εὐπορᾶς δοῦλος αὐτῆς ἐκ τῆς οἰκίας μετήνεγκεν τὰ ἀργυρώματα δοθέντα αὐτῷ ὑπὸ τῆς Πτολεμαΐδος. Πτολεμαῒς εἶπεν· γραφή ἐστιν τῶν ἀργυρω μάτων, τὰ δὲ ἱμάτια ἐμά ἐστιν· ὁ γὰρ τετελευτηκὼς ἐπίτροπός μου ἦν καὶ συνκληρονομοῦσα καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ καθεζομένη ιμον η ἐκ ζῴδια τρία ἐκσρια ιν λεμον οιδ· Πόστουμος εἶπεν· ο ἐκομις Σμάραγδος Σαραπιάσ. Πόστουμος Σμαράγδῳ εἶπεν· παρὰ τίνος λαβὼν τοὺς Κασιανῶἤνεγκαςἤνεγκες ἄνω. Σμάραγδος εἶπεν· παρὰ τοῦ φροντιστοῦ τοῦ Χαιρήμονος. Διογένης εἶπεν· πρόβατα εἶχεν ὁ τετελευτηκὼς ἐν ἀπογραφῇ καὶ ἄλλα φ ἀναπόγραφα καὶ μόσχους καὶ ἄλλα κτήνη, τελευτήσαντος δὲ αὐτοῦ εἰς ἑτέρας ἀγέλας μετήνεγκαν τὰ κτήνη. Πόστουμος εἶπεν· ἐγώ, ἃ δύναμαιδύνομαι ἐνθάδε εὑρίσκειν, ζητῶ, περὶ δὲ τῶν ἐν Αἰγύπτῳ ἔγραψα πᾶσι τοῖς στρα τηγοῖς, ἵνα τῇ αὐτῶν πίστει περὶ πάντων ἐξετάσωσιν. διὰ τοῦτο δὲ πολλάκις ἤπειξα τὸν Σεμ πρωνιανὸν ἀποδημῆσαι, ἵνα μηδὲν τῶν διαφερόντων τῷ ταμείῳ ἢ τῷ παιδὶπαιδιω παραπόλη ται. Διογένης εἶπεν· ἵνʼ εἰδῇς ὅτι καὶ ὁ στρατηγὸς ἤδη συμπράττεισυνπράττι αὐτοῖς, Ἁρπάλου τοῦ ὑποπτευ ομένου ἐν πᾶσι τὸν υἱὸν ἐπιτηρητὴν τῶν προσόδων κατέστησεν. Πόστουμος εἶπεν· ὡς προεῖπον, ὁ στρατηγός, ἐάν τι πράττῃ, τῇ ἰδίᾳ πίστει πράττει, καὶ ἐάν τι δυνηθῆτε ἐλέγξαιἐλλέγξαι ὡς κακῶς ὑπʼ αὐτοῦ διοικηθέν, ἐπεξελεύσομαι. ὧδε Εὐπορᾶς προσάγεται προσαχθέντος Εὐπορᾶ τοῦ ἐπιζητη θέντος Εὔκαιρος εἶπεν· οὗτός ἐστιν ὁ παρὰ τῆς Πτολεμαΐδος τὰ ἀργυρώματα λαβὼν μετὰ τελευτὴν τοῦ Σεμπρωνίου καὶ ἀπὸ τῆς οἰκίας αὐτοῦ μεταγαγών. Πόστουμος εἶπεν· τί νος δοῦλος εἶ; ἀπεκρίνατοἀπεκρείνατο· τοῦ πατρὸς τῆς Πτολεμαΐδος. Εὔκαιρος εἶπεν· καὶ αὐτὸς τοῦ Γεμέλλου ἦν. Πτολεμαῒς εἶπεν· ὁ πατήρ μου ἀπὸ κληρονομίας αὐτὸν ἔσχεν. Διογένης προσοδοποιὸς εἶπεν· ἐκ τῆς κατʼ οἰκίαν ἀπογραφῆς ἀποδείκνυται, τίνος ἐστὶν δοῦλος. Πόσ τουμος Εὐπορᾷ εἶπεν· τὸ ἀληθὲς εἰπὲ περὶ ὧν οἶδας, τίς σοι τὰ ἀργυρώματα ἔδωκεν. Εὐ πορᾶς εἶπεν· ὅτε ἐσημάνθη, ὅτι ἐσφάγη Σεμπρώνιος, ἔκειτο ζῴδιαζώνια τρία εἰς τὸ τρίκλι νον ἐπὶ τρίποδι καὶ φιάλη ἀργυρῆ καὶ σπονδεῖον καὶ θυμιατήριον καὶ δίσκος μέγας· εἰσελθόν τες τινὲς πρὸς τὴν Πτολεμαΐδα ἔλεγον αὐτῇ· ἆρον ταῦτα ἐκ τοῦ μέσου, μὴ ὁ ἐξηγητὴς εἰσελθὼν ἐπʼ ἀναγραφῆς αὐτὰ ποιήσῃ. βαστάσασα αὐτὰ καὶ βαλοῦσα εἰς σκρίνιονσκρείνιον ἐπέ θηκέ μοι καὶ ἤνεγκα αὐτὸ εἰς κέλλαν τοῦ βαλανείου τοῦ ὄντος ἐν τῇ οἰκίᾳ. μετὰ δὲ δύο ἡμέ ρας τοῦ συνεισελθεῖν τοὺς ἄρχοντας εἰς τὴν οἰκίαν καὶ ἀποστῆναι αὐτὰ κελεύοντοςαὐτντοσ Γεμέλ λου τοῦ υἱοῦ μεταστήσασα τὸ σκρίνιονσκρήνιον, ἡ Πτολεμαῒς ἐπέδωκεν αὐτὸ τῷ Ἁρπάλῳ καὶ πά λιν αὐτὸ ἀπέκρυψεν. Πόστουμος Πτολεμαίδι εἶπεν· ἣν ἔλεγες γραφὴν εἶναι τῶν ἀργυ ρωμάτων ούσης δώσεις. προσαχθέντος τε τοῦ ἐπιζητηθέντος νομικοῦ Φλαουΐου Ἰουλίου τοῦ καὶ Σαραπίωνος Πόστουμος εἶπεν· ᾔδεις Σεμπρώνιον; ἀπεκρίνα τοἀπεκρείνατο· πολλοῖς ἔτεσι ωπμοι ἦν καὶ ἔγραψα αὐτῷ καὶ ταβέλλας ἐλευθερώσεων καὶ δι πλώματα γάμων καὶ ἔχω αὐτῶν ἀντίγραφα. Πόστουμος Πτολεμαῒ εἶπεν ἐκέλευσε κομισθῆναι τὰς ταβέλλας τὰς κειμένας παρὰ Γεμέλλῳ βιβλιοφύλακι, καὶ ἐπεὶ ἔδωκε αὐτῷ τὴν μίαν , ἐπύθετο, εἰ γνώριμα αὐτοῦ τὰ γράμματα· καὶοὗ συνκαταθεμένου Πόστουμος εἶπεν· πῶς οὖν τοῦ Εὐκαίρου δύο ταβέλλαι ἐλευθερίας εὑρίσκονται; Ἰούλιος ὁ καὶ Σαραπίων εἶπεν· διπλαῖ ἔσθʼ ὅ τε γράφεσθαι εἰώθασι. Πόστουμος εἶπεν· εἰ, ὡς λέγεις, διπλαῖ ἐγράφησαν, πῶς οὔτε ὁ αὐτὸς χρόνος ἐν αὐταῖς πρόσκειται, ἀλλʼ οὐδὲ οἱ αὐτοὶ σφραγισταί; Κασιανὸς εἶπεν· ὡς προεῖπόν σοι, ἡ Πτολεμαΐς, ὑφελομένη τὴν ταῖς ἀληθείαιςἀληθιναῖσ τοῦ Εὐκαίρου ταβέλλαν τῇ Αὔξωνος τοῦ τε τελευτηκότος ἐνέγραψεν τὸ τούτου ὄνομα, ἐν ᾗ πλαστογραφίᾳ περιμένον ἐστὶν τὸ ὄνομα νῦν περὶ ὅλην τὴν ταβέλλαν. Σερῆνος εἶπεν· ὁ Εὔκαιρος ἐρεῖ, τίς αὐτῷ τὴν ταβέλλαν ἔδω κεν. Πόστουμος Εὐκαίρῳ εἶπεν· ἥξει Ἅρπαλος καὶ ἐξετασθήσεται περὶ τούτου ἀκριβέσ τερονἀκρειβέστερον, καὶ ΣεμπρωνιανῷΣεμπρωνιῷ εἶπεν· ὀφείλεις ἤδη ἐξελθεῖν εἰς Αἴγυπτον, ἵνα ἐξετάσῃς περὶ πάν των τῶν τοῦ τετελευτηκότος. ΣεμπρωνιανὸςΣεμπρωνιὸς εἶπεν· ἡ Πτολεμαῒς μετὰ τὸν θάνατον πάντα λιοιανος τωκελευσαςτωευσασ αὐτ ηνα ἀναγκαίως καὶ τὸαι παιδίον κληρονόμονπαιδίω ποιήσασθαι ων πεφηνε δέδωκεν πεφη. Πτολεμαῒς εἶπεν· κατὰδιὰ τὴν δια θήκην ὁ Σεμπρώνιος Γεμέλλος δέδωκεν αὐτῷ τινὰ εἰς διατροφὰςα τροφὰσ καὶ ἱματισμόν. Πόσ τουμος Πτολεμαΐδι εἶπεν· δώσειςδ ἀντίγραφον τῶν ἐν τῇ διαθήκῃ ἐγγεγραμμένων. προσῆκον δʼ ἐστιν καὶ τῶν ἄλλωνα τῶν ἐνθάδε ὄντων τοῦ Γεμέλλου γραφὴν γενέσθαι παρόντων ὑμῶν. καὶ ἐκέλευσεν Σμάραγδον καὶ Εὔκαιρον εἰς τὴν τήρησιν παραδοθῆναι, τὸν δὲ νομικὸν Ἰούλιον τὸν καὶ Σαραπίωνα ἱκανὸν παρασχεῖν, τὰς δὲ ταβέλλας ἀριθμῷ πέντε οὔσας κατασημηνάμενος καὶ ποιήσας καὶ τὴν Πτολεμαΐδα σφραγίσαι ἔδωκεν Γε μέλλῳ βιβλιοφύλακι. ἐξῆλθεν Ἀγαθοκλῆς ὑπηρέτης. ὁμοίως τοῦ αὐτοῦ Ποστούμου τοῦ αὐτοῦ ἔτους Ἁθὺρ ε. Λονγῖνος Σεμπρωνιανὸς ἐπίτροπος Σεμπρωνίου Γεμέλλου ἀφήλικος προσελθὼν εἶπεν· ἐν τῇ ἐπιστολῇ, ᾗ ἔγραψας τῷ στρατηγῷ τοῦ Ἀρσινοείτου περὶ τῶν ὀνομασθέν των ὑπὸ τῶν δούλων, οὐ προσεγράφη Σεμπρώνιος Αἰσχίνης ὀνομασθεὶς ὡς πρόβατα ἐκείνου ἀποσπάσας. περὶ καὶ αὐτοῦ ἀξιῶ γραφῆναι, ἵνʼ ἐκπεμφθῇ. Πόστουμος εἶπεν· γράψω.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.