Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

chrest.mitt.93

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους Φαρμοῦθι κη ἐν Ἀντινόου πόλει πρὸ βήματος. Ἀμμόνιος ῥήτωρ εἶπε· Δημητρία ἡ καὶ Ἀνουβάριοναθηναριον συνεστῶτος αὐτῃ Ἑρμείου ἐντυγχάνει, κέλευσονκελεῦσαι κληθῆναι Ἀρητοῦν τὴν καὶ Ἡρωνοῦν. κληθείσης καὶ ὑπακουσάσης Ἀμμώνιος ῥήτωρ εἶπεν· ἐν τούτῳ παρέστω Πείσων ἐξηγητεύσας καὶ Δίδυμος καὶ ἀν θʼ οὗ Ἀμμώνιος καὶ Ἀμέριμνος καὶ οἱ σὺν αὐτοῖς. κληθέντων καὶ Πείσωνος καὶ Διδύμου ὑπακουσάντων Ἀμμωνίου ἀρχομένουἈμμώνιος ῥήτωρ εἶπεν· λέγειν. Ἀντωνῖνος ῥήτωρ εἶπεν· ἡ Ἀρητοῦς τὰ βιβλία αὐτῆς ἐνθάδε οὐκ ἔχει. Ὡριγένης νεώτερος ῥήτωρ εἶπεν· αἰτοῦμεν δοθῆναι ἡμῖν ἡμέραν πρὸς παρασκευὴν τῆς δίκης. Ἀμμώνιος ῥήτωρ εἶπεν· οὐ δεῖ μοι βιβλίων εἰς τὴν παροῦσαν δίκην, ὁ γὰρ ἔλεγχος δεικνύσει ἔκ τε μαρτύρων καὶ τῶν πεπραγμένων αὐτῶν ὑπὸ τῆς ἀντιδίκου, ὥστε οὐκ ἂν ἔχοι ἀναθέσθαι τὴν δίκην εἰς ἑτέραν ἡμέραν. περὶ δὲ οὗ δικάζομαι, διὰ βραχέων σε διδάξω. ἔδει μὲν γὰρ τὴν διʼ ἐναντίας, τηθίδα καθεστηκυῖαν καὶ τῇ τάξειτάξι μητρὸς τῇ ἡμετέρᾳ ὑπάρχουσαν, εἰ καί τις ἠδίκει αὐτήν, ἔτι μᾶλλον διαγωνίσασθαι καὶ ἐκδικῆσαι τὰ τῆς παιδός, ἡ δὲ μὴ τηροῦσα τηθὶς γάρ ἐστιν καὶ ἀδελφὴ πατρός, περιγράφει καὶ ἀποσπᾶ. τὸν δὲ τρόπον ἐρῶ· Ἥρων Ἀντωνᾶτος ὁ πάππος ὁ κατὰ πατέρα τῷ πατρὶ τῆς ἡμετέρας, ἡνίκα ἐτελεύτα, διαθήκας ἔγραψεν δωδεκάτου μέρους τῶν ὑπαρχόντων, τὴν δὲ διʼ ἐναντίας, τὴν θυγατέρα, 𐅵 γ ιβ κληρονόμον ἐποίησε, καὶ κατὰ τὰς διαθήκας παρόντων τῶν μαρτύρων ἀνδρῶν ἀξιολόγων ἐπέσκηψεν, ὥστε, ἡνίκα ἂν ἡ υἱδῆ, τοῦτʼ ἔστιν ἡ ἡμετέρα, γαμηθῇ ἀνδρί, ἢ καταγράψαι τὴν διʼ ἐναντίας τὸ τρίτον δωδέκατον τῶν ὑπαρχόντων ἢ ἀποδοῦναι αὐτῇ δύο τάλαντα. καὶ οὐ μόνον ἐπέσκηψε ταῦτα, ἀλλὰ καὶ ἠνάγκασεν τὴν διʼ ἐναντίας, παρακαταθέσθαι τὰ δύο τάλαντα παρὰ κοινῷ μεσίτῃμεσείτῃ Κολλούθῳ, ἔστʼ ἂν ἢ καταγράψῃ τὰ ὑπάρχον τα, τοῦτʼ ἔστιν τὸ τρίτον δωδέκατον, ἢ ἀποδῷ τὰ δύο τάλαντα. ἦν μὲν δὲ τὰ δύο τάλαντα παρὰ τῷ Κολλούθῳ. μετὰ δὲ ταῦτα ἀνδρὶ ὡς ἡ ἡμετέρα ἐγαμήθη, προσῄει ἀξιοῦσα ὥστε ἀπολαβεῖν ἢ τὰ ὑπάρχοντα ἢ τὰ δύο τάλαντα. ἀγνωμονούσης τῆς διʼ ἐναντίας Ἀννιανῷ τῷ ἡγεμονεύσαντι ἡ ἡμετέρα βιβλίδιον ἐπέδωκεν, ἐπητιαται περὶ τούτων αὐτῶν, ἀνεπέμφθη εἰς τὴν ἐπιστρα τηγίαν, δεῖ γὰρ τὰ ἀληθῆ λέγειν, προσῆλθεν κατὰ τὴν ὑπογραφὴν τῆς ἡγεμονίας τῷ ἐπιστρατήγῳ, πα ελη ὁ Κολλοῦθος. μετὰ ταῦτα γέγονεν α τῷ ἀνδρὶ καὶ τῇ παιδί. ὅθεν μεταξὺ γεγένηται χρόνος πολὺς αθεις. πάρεισιν οἱ μεσῖταιμεσεῖται. ἀξιοῦμεν ἢ καταγραφῆναι τὸ τρίτον δωδέκατον τῶν ὑπαρχόντων ἢ τὰ δύο τάλαντα ἀποδοθῆναι. Σαραπίων ῥήτωρ προσέθηκεν· ἡ μὲν ἀναπομπὴ τῆς δίκης γέγονεν ἀπὸ τῆς ἡγεμονίας, δεῖται δὲ σοῦ τῆς συν αι δὲ ταῦτα· καλῶς αὐτῇ ὁ πατὴρ διετάξατο ἀπολαβεῖν, γέγονεν γὰρ δύο παίδων πατὴρμητηρ Ἥρων Ἀντωνᾶτος τοῦ τε πατρὸς τῆς συναγορευομένης καὶ τῆς ἀντιδίκου, ἀποθνήσκων δὲ καταλέλοιπεν ἐν ταῖς διαθήκαις τοῦ μὲν δωδεκάτου τῶν ὑπαρχόντων μέρους κληρονόμον τὸν πατέρα τῆς ἡμετέρας, τοῦ δὲ ἡμίσους τρίτου δωδεκάτου τὴν ἀντίδικον, καὶ τῇ διʼ ἐναντίας ἐκέ λευσε, ἐπειδὰν γαμηθῇ ἀνδρὶ ἡ παῖς, δοῦναι μὲν τρίτον δωδέκατον τῶν παρʼ αὐτῇ ὑπαρχόντων τῇ παιδί, μεταξὺ δὲ παρακατα θέσθαι παρὰ Κολλούθῳ δύο τάλαντα, ἵνʼ, εἰ αὐτῷ ἐχη ταῦτα ἀντὶ τῶν ὑπαρχόντων, ἔχοι, ὥστε ἢ τὰ δύο τάλαντα ἢ τὸ τρίτον δωδέκατον τῶν ὑπαρχόντων ἀπολαβεῖν τὴν παῖδα. ταῦτα μὲν ἔστι ειν, αγραφ παρὰ τῷ Κολλούθῳ. καὶ ἐς ὅσον μὲν ἐκεῖνος περιῆν, η῏ν τὰ δίκαια πρὸς τῇ παιδὶ ω τῶν δύο ταλάντων παρʼ ἐκείνῳ κατακειμένων. ἔπειτα ἐτελεύτησεν μὲν ὁ Κολλοῦθος, κληρονόμοι δὲ αὐτοῦ μὴ ἀκριβῶςἀκρειβῶς τὸ πρᾶγμα εἰδότες. μάρτυρες εἰσιν κληθέντες, ἐὰν ἔξαρνοιἔξηρνοι γένωνται, παρὼν Πείσων, ἔστιν δὲ καὶ Δίδυμος, οἵτινες δύνανται ἐκείνους ἐλέγξαι. ὁ Παᾶπις ἡμᾶς αι μὴ ἀποδιδῷ. τῆς μὲν παιδὸς ἤδη γεγαμημένης κατὰ τὰς εὐχὰς τοῦ πάππου τοῦ δὲ καιροῦ κατεπείγοντος ν τὰ γραφέντα ὑπὸ τοῦ τελευτήσαντος. Ὡριγένης νεώτερος ῥήτωρ εἶπεν· εἰ θέλεις , ἄκουσον τῆς ἡμετέρας τῇ ἑξῆς δικασίμῳ, βιβλίων γὰρ χρείαν ἔχει. Ἑρμανοῦβις αὐτῷ εἶπε· βιβλίων οὐκ ἔχει χρείαν Ὡριγένης νεώτερος ῥήτωρ εἶπε· χρεία ἐστὶνει ν βιβλίων, ἵνα διδάσκωμεν. Ἑρμανοῦβις αὐτῷ εἶπεν· ον διʼ ἑρμηνέως Ἀμμώνιον καὶ Ἀντωνῖνον καὶ Σαραπίωνα καὶ Ὡριγένην Ἀμμώνιος ῥήτωρ εἶπεν· ἐμὲ οὐδέποτε κατήχησεν. Ἑρμανοῦβις Ἀρητοῦτι εἶπεν· σήμερον τίνα ἐδίδαξας; ἀπεκρίνατοἀπεκρείνατο· ἐπὶ τοῦ πορθμίουπροθμίου εὑρήκασίν με. Ἑρμανοῦβις Πείσωνι εἶπεν· ὡς πρεσβύτης καὶ πίστεως ἄξιος εἰπὲ ἃ οἶδας ἐν τῷ πρά γματι, μηδενὶ κεχαρισμένον ποιῶν. Πείσων εἶπε· πρὸ πολλοῦ χρόνου γέγονα μεταξὺ Κολλούθου τούτου τοῦ ὑποβληθέντος γέγονεν ἄγραφος μεσιτείαμεσειτία, οὐ μνημονεύω δέ, τί ἐν τῇ μεσιτείᾳμεσειτίᾳ ἐγένετο, πρεσβύτης ἄνθρωπός εἰμι, οὐκ ἐνιαυτὸς διαγέγονεν οὐδὲ δύο οὐδὲ τρεῖςτρῖς . Ἑρμανοῦβις αὐτῳ εἶπεν· οὐ μέμνησαι οὖν; ἀπεκρίνατοἀπεκρείνατο· οὐαὐ. Ἑρμανοῦβις Διδύμῳ εἶπε· καὶ σὺ τί λέγεις; ἀπεκρίνατοἀπεκρείνατο· καὶ ἐγὼκἀγὼ τὸ αὐτὸ λέγω, πολὺς χρόνος διαγέγονεν, οὐ μέμνημαι. Ἀμμώνιος ῥήτωρ εἶπεν· ἐν ᾧ μέντοι ὡμολόγησαν μεσιτείανμεσειτίαν γεγενῆσθαι, ὁμολογοῦσιν τὰς γενομένας συνθήκας. Ὡριγένης νεώτερος ῥήτωρ εἶπε· δὸς ἡμῖν ἡμέραν. Σαραπίων ῥήτωρ εἶπεν· ἀναγιγνώσκω πῶς ἡμεῖς μεταδεδώκαμεν. ἀναγνόντος οὕτως· ἐξ ἐνκελεύσεως τοῦ κρατίστου ἐπιστρατήγου Κλαυδίου Κλεογένους ἐπακολουθοῦντος Αὐρηλίου Πτολεμαίου ὑπηρέτου τῆς ἐπιτροπῆς Αὐρηλία Δημητρία ἡ καὶ Ἀνουβάριον ἀστὴ μεταδίδωμι Αὐρηλίῳ Κολλούθῳ καὶ ὡς χρηματίζει περὶ ταλάντων δύο , παρʼ ᾧ ἐστὶν ἐν μεσεγγυήματι. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαρμοῦθι κη. Αὐρήλιος Κολλοῦθος μετέλαβον τὸ τούτου ἴσον διʼ ἐμοῦ τοῦ υἱοῦ Νεικαντινόου. μετὰ τὴν ἀνάγνωσιν Ὡριγένης νεώτε ρος ῥήτωρ εἶπεν· ἡμῖνἡμεῖν νῦν μεταδότω. Ἑρμανοῦβις αὐτῷ εἶπε· μετάλαβε καὶ τῇ ἑξῆς δικασίμῳ ἀκούσομαι. καὶ προσέθηκεν· ἐὰν κληθεῖσα ἡ γυνὴ μὴ ὑπακούσῃ, ἀποφανοῦμαι ὡσεὰν κινηθῶκεινηθῶ. Ἀμμώνιος ῥήτωρ εἶπε· παρὰ στρατιώτῃ μεινά τωσαν, μόγις ἤχθησαν. Ἀντωνῖνος ῥήτωρ εἶπεν· ἱκανὸν διδόασιν. Ἑρμανοῦβις εἶπεν· ἱκανὰ παρασχέτωσαν.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.