Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.54.3758

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

vestiges ὑπομνήματα μηνὸς ὑπομνήματα μηνὸς Φαμενὼθ τοῦ ιθ θ ἔτους ἐπὶ Διοσκουρίδου λογιστοῦ πρὸς καταχωρισμόν. ι ἐπὶ παρόντων αρχο προπολιτευομένων καὶ Τείρωνος Ἡρακλείδου καὶ πλείστου μέρους τῶν δημοτῶν διὰ Σαραπίωνος Ταυς καὶ Παράμμωνος καὶ Ἄμμωνος καὶ Ἀμμωνίου καὶ ἄλλων. ὁ λογιστὴς εἶπεν· κατὰ τὴν ἀρχὴν κελευσθέντες ὑπὸ τοῦ διακοσμήσαντος τὸν θρόνον τῆς ἡγεμονίας Σαβινιανοῦ ὥστε ἀπαιτῆσαι εἴτε κτήτορας ἢ βουλευτὰς παγανοὺς ἀριθμὸν χρημάτων, οὕτως ἀπῃτήσατε καθὼς προστέτακται. νῦν δὲ γράμ ματα ἐκομισάμην τῆς ἀνδρείας τοῦ κυρίου μου τοῦ διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου Φλαουίου Μάγνου τ τῶν παγανῶν θῆναι ἐκ πλήρους μέχρι ἀσσαρίου ἑνός . ἐπεὶ οὖν μετεκαλεσάμην ὑμᾶς τοὺς γενομένους συνωνητὰς τῶν στιχαρίων ὀνομασθέντας καὶ πεμφθέν τας ὑπὸ τοῦ αὐτοῦ ἡγεμονεύσαντος Σαβινιανοῦ ὥστε τοὺς δημότας λαβεῖν αὐτῶν τὸ ἀργύριον τὸ προσταχθὲν ὑπὸ τῆς ἀρετῆς τοῦ αὐτοῦ κυρίου μου τοῦ διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου Φλαουίου Μάγνου παραινῶ ὑμῖν ὥστε δοῦναι αὐτοῖς τὸ ἀργύριον καὶ εἰ μὲν βούλονται βουλευταὶ ἢ κτήτορες καθὼς προστέτακται ὑπὸ τῆς μείζονος ἐξουσίας συνωνήσασθαι τὰ στιχάρια ἃ ἐλέγετε ἐνηνοχέναι δύνανται πωλεῖν αιβουλον οἵας τιμῆς βούλονται. Λευκάδιος ἀπεκρίνατο· ὁ κύριος μου ὁ διασημότατος πρὸς τῇ ἡγεμονίᾳ γενόμενος Σαβινιανὸς προσέταξεν ἀπαντῆσαι ημ ἡμᾶς εἰς Τύρον καὶ τὴν συνωνὴν τῶν παραγαυδίων ποιήσασθαι καὶ ἀνέστειλα ἀντʼ ἐμαυτοῦ τὸν βοηθὸν καὶ τὴν συνωνὴν πεποίηται ἑκάστου στιχαρίου δηναρίων μυριάδων ϛ Ε χωρὶς τῶν ἀναλωμάτων καὶ ἠνέχθη τὰ στιχάρια καὶ ἐνταῦθα ἐστιν καὶ εἰ μὲν βούλει ταῦτα ἐνέγκαι πρὸς σὲ καὶ διαδοῦναι οἷς βούλει καὶ δὴ εἰπέ· μόνον ἀσφάλειαν θέλω εραθ οὐδὲ γὰρ τὸ ἀργύριον οι α δύναμαι ἅψασθαι. ὁ λογιιστὴς εἶπεν· τὰ στιχάρια οὐ λαμβάνουσι οἱ παγανοί, οὐ γὰρ ἐκελεύσθησαν λαβεῖν, ἀλλὰ τὸ ἀργύριον ὅπερ καὶ παρὰ τὴν εὐχὴν δεδώκασι. εἰ μὲν οὖν παρεκομίσατε τὰ στιχάρια, τοῖς συνβουλευταῖς δύνασθε παραχωρῆσαι τοῖς κελευσθεῖσιν ὠνήσασθαι καὶ τοῖς κτήτορσιν καὶ δοῦναι τὸ ἀργύριον τοῖς παγανοῖς· ποιήσατε. Λευκάδιος πρύτανις εἶπεν· ἐγὼ ἀλλότριός εἰμι τῶν παγανῶν· παραγαύδια ἠνέχθη· λαβέ, δός μοι ἀσφάλειαν καὶ δὸς οἷς βούλει. ὁ λογιστὴς εἶπεν· α ἀποδοῦναι μέχρι ἀσσαρίουἀσσαρείου ἑνός . Λευκάδιος πρύτανις εἶπεν· λαβὲ σὺ τὰ στιχάρια καὶ πώλει ἢ ὃ θέλεις πρᾶττε· μόνον δός μοι ἀσφάλειαν. πίστιν ἐγὼ ἔσωσα. ὁ λογιστὴς εἶπεν· πόσα στιχάρια ἠγάγετε τῶν ταλάντων Ζ παρὰ τῶν δημοτῶν; Λευκάδιος πρύτανις εἶπεν· ε εἰς πάντα λόγον ἠνέχθη στιχάρια ρν ἑκάστου στιχαρίου δηναρίων μυριάδων ϛ 𐅵 καὶ ὑπὲρ ἀναλωμάτων δηνάρια Ε ἀνάλωται. δίδωμί σοι τὸν λόγον εἰς ἕκαστον κατὰ τὴν κέλευσιν τοῦ κυρίου μου τοῦ διασημοτάτου ἡγεμονεύσαντος Σαβινιανοῦ. ὁ λογιστὴς εἶπεν· δ ἢ δὸς οἷς βούλει τὰ στιχάρια οἵας βούλει τιμῆς. πάντως γὰρ δεῖ κατὰ τὴν πρόσταξιν τοῦ κυρίου μου τοῦ διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου Φλαουίου Μάγνου τὸ ἀργύριον ἑαυτῶνεαυτον μέχρι ἀσσαρίου ἑνὸς ἀπολαβεῖν. ἔτους ιθ θ Φαμενὼθ ζ, ὑπατείας Πρόκλου καὶ Παυλίνου. φάνου παρέδρου. Θέων ῥήτωρ εἶπεν· Σαραπίων Ἀφυγχίου ἐπὶ παρούσῃ Ἑλένῃ γυναικὶ αὐτοῦ. τὴν σύμβιον γαμετὴν ἑαυτοῦ περιγραφομένην θεωρῶν ὁ βοηθούμενος λόγῳ μὲν καὶ τῷ δοκεῖν τῇ ἐντυχίᾳἐντυχείᾳ κέχρηται ἀνενεγκὼν ἐπὶ τὴν ἡγεμονίαν τὴν τότε, ἔργοις δὲ καὶ αὐταῖς ταῖς δυνάμεσινδυναμισιν ἴδιον κτῆμα ἡγούμενος εἶναι ταῦτα τὰ εἰς τὴν γυναῖκα μεταπηδήσαντα ὁμοίως τὴν ἐκδικίανἐκδικείαν. ποιούμενος τῇ αὐτῇ ἀναφορᾷ κέχρηται. καὶ ἑξῆς λέγοντος ολο ὁ λογιστὴς εἶπεν· περιττῶς μὲν ἀνή νεγκενπεριττως μεν ανη ἐπὶ τὴν ἡγεμονίαν· ἐπειδὴ δὲ ἁπαξαπλῶς νόμος ἐστὶν ὥστε τοὺς χαμαιδι καστὰς ἀκοῦσαι τοιούτων τῶν πραγμάτων, δίδωμι τὴν ἀκοὴν καὶ τῷ π τῷ πράγματι καὶ ἀκούω τῆςτου πράγματος ὑποθέσεως. Θέων ῥήτωρ εἶπεν· ἕστηκεν ἡ γυνὴ τοῖς ἀνενεχθεῖσιν καὶ τοῖς λεγομέ νοιςλεγομέννοις ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς. Θέων ῥήτωρ εἶπεν ἐκγόνων τοίνυν ἰδίων κόσμον περιποιησάμενος χρύσινον παρέθετο τῇ ἑαυτοῦ γαμετῇ. ταῦτα τὰ εἴδη ἡ παῖς ὡς ἂν πρὸς πλείονα φυλακὴν παρέθετο τῇ μητρὶ τῇ τοῦ βοηθουμένου· ἐκείνη καλῶς ποιοῦσα ἡνίκα βουλημάτιον συνισταμένη ἠθέλησεν πάντα τὰ εἴδη ἀποκατασταθῆναι τῇ παιδί. καὶ ἑξῆς λέγοντος ὁ λογιστὴς εἶπεν· ἡ διαθή τὸ βουλημάτιον διαλέγεται παραθή κην εἶναι καὶ δεῖν ἀποκατασταθῆναι τῇ παιδὶ ἢ οὐ; Θέων ῥήτωρ εἶπεν· οὕτως ἔχει καὶ ἀναγινώσκωἀναγεινώσκω. ὁ λογιστὴς εἶπεν· ἀνάγνωθι. καὶ ἀνεγνώσθη· μετὰ τὴν ἀνάγνωσιν ὁ λογιστὴς εἶπεν· τίς ἐπήνεγκεν τῇ λογιστείᾳ τὸ βουλημάτιον πρὸς λύσιν; Θέων ῥήτωρ εἶπεν· ἡμεῖς, παρʼ ᾗ Δημέας οὐκ ἀντεῖπεν. ἀλλʼ ἐπειδὴ ἐδόκει χρόνον διατρέχειν τῆς γυναικὸς τῆς ἐχούσης τὰ εἴδη ὑπερ τῆς παρού σης Ταπατρίνιος ὑπερτιθεμένης διὰ τοῦτο ἐδέησεν ἡμᾶς εἰς ἀνάγκην ἐλθόντας καὶ τῆς ἡγεμονίας πρὸ δίκης μὲν μηδεμί ανιαν γείνεσθαι, ἀποδοθῆναι δὲ τῇ παιδὶ κατὰ τὴν βούλησιν τῆς μητρὸς τοῦ βοηθουμένου τὸ χρυσίον. Δημέας ἀπεκρίνατο· δέδωκα. Θέων ῥήτωρ εἶπεν· ἕστηκεν ἡ παῖς, ἕστηκεν δὲ καὶ ἡ τὸ χρυσίον ἔχουσα. λοιπὸν οὐδὲν ὑπολείπεταιὑπολίπεται ἢ ἀγανακτήσασαν τὴν σὴν ἀγχίνοιαν ὅτι τολμᾷ τις ὑπεναντίον βουλήματος γεγενημένου διαπράξασθαι ἀποφήνασθαι καὶ τὴν γυναῖκα τὴν διακατέχουσαν ἀπο δοῦναι ἡμῖν· συνορᾷ γὰρ ἡ σὴ ἐμμέλειαἐμμέλια ὡς καὶ τέκνων δικαίῳ γεγένηται τὸ γύναιον. Ἀμμώνιος ῥήτωρ εἶπεν· συνχώρησον εἰπεῖν. Θέων ῥήτωρ εἶπεν· παραγράφομαι Ἀμμώνιος ῥήτωρ εἶπεν· ἐγὼ πρὸς τὴν ἐναγωγὴν λέγωλεγει. Θέων ῥήτωρ εἶπεν· οὐδὲν ληρεῖληρ· τὶς ἐδιδάξατοεδιδαξεν αὐτὸν εἰπάτω. ὁ λογιστὴς εἶπεν· τίς ὢν ἀντιλέγεις; Ἀμ μώνιος ῥήτωρ εἶπεν· ἐγὼ ἀντιλέγω πατὴρ ὢν τῆς παρούσης παιδὸς καὶ ὅτι αἱ ἐντολαὶ Ἀλεξάνδρας ἐπληρώθησαν. ὁ λογιστὴς εἶπεν· πρὸ πόσου χρόνου ἡ Ἀλεξάνδρα ἀπεγένετο; Δημέας ἀπεκρίνατο· πρὸ τριῶν ἐτῶν. Ἀμμώνιος ῥήτωρ εἶπεν· ἔστωσαν κύριαι αἱ διαθῆκαι. καὶ ἑξῆς λέγοντος ὁ λογιστὴς εἶπεν· εἴτε παρὰ τῷ πατρί ἐστιν τὰ εἴδη εἴτε παρὰ τῷ ἀνδρὶ ἢ παρὰ τῇ Ταπατρίνῃ τῇ παρούσῃ δεήσει κατὰ τὸ βου λημαα ταῦτα ἔχειν ν εἰ βούλεται ἀπὸ ἰδίας γνώμης τῷ ἀνδρὶ δοῦναι, ἐξουσίαν ἔχει εἰ δὲ τῷ ἀνδρὶ μήτηρ τέκνων γεγένηται ἀποδώσι ἕως γὰρ ὑπὲρ τοῦ ἁπαξαπλῶς μήτηρ τέκνων γέγονεν ἐξέσται αὐτῇ τῶν ἰδίων ἀπολαύειν ὧν ἔλαβεν διετάχθη παρὰ τῆς γαμβρᾶς αὐτῆς τῆς ἀναπαυσαμένης. ἔτους αθ θ , Φαμενὼθ ιζ. πρὸς τῷ Καπιτωλίῳ. ἐπὶ παρόντων Ὡρίωνος καὶ Ἡρᾶ ὑπηρετῶν καὶ Εὐλογίου παρέδρου. ὁ λογιστὴς εἶπεν· πρόσταγμα τοῦ κυρίου μου τοῦ διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου Φλαυίου μ Μάγνου ἐπήνεγκεν τῇ ἐμῇ μετριότητι Ἀϊθάλης ἀπὸ χώρας ΜαστιτῶνΜασσιτῶν περὶ πραγμάτων διαφερόντων τῇ ἐπιτροπευομένῃ ὑπʼ αὐτοῦ παιδὶ ε Ἴσιτι καὶ διακατεχομένωνδιακατεχομενου ὑπὸ τοῦ παρόντος Φιλάμμωνος καὶ τῶν ἀδελφῶν αὐτοῦ κληρονόμων Βόκκα. καὶ τουν ἐν στέρνοις ἔχων οντες τοίνυν ἔχων τὸν τῆς ἀνδρείας φόβον τοῦ τηλικούτου ἄρχοντος μετα δέδωκα μὲν τοῖς ἀντιδικοῦσι τὰ προστεταγμένα, ἐνήγαγον δὲ καὶ αὐτοὺς ἵνα γνῶμεν τίνα ἐστὶν ἃ διεπράξαντο πρὸς αὑτούς. Φιλάμμων ἀπεκρίνατο· διελύθημεν καὶ ἔχω γραμμάτιον περὶ τούτου. ὁ λογιστὴς εἶπεν· ἀναγνωσθήτω. καὶ ἀνεγνώσθη οὕτως ὡς περιέχει· μετὰ τὴν ἀνάγνωσιν Ἀειθάλης ἀπεκρίνατο· ἀπὸ τούτων τῶν πραγμάτων ἐνωφείλησένἐνωφίλησέν μοι ἀργυρίου τάλαντα πεντήκοντα ἃὡν καὶ ἐγράψατό μοι εἴσω προθεσμίας ἀποδώσεινἀποδώσιν· καὶ ἔχω τὸ γραμμάτιον τῆς ὀφειλῆςὀφιλῆς. ὁ λογιστὴς εἶπεν· τὸ πρόσταγμα τοῦ κυρίου μου τοῦ διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου Φλαυίου Μάγνου ἐπὶ πέρας ἤχθη· τὸ γραμμάτιον τῆς μεταξὺ γενομένης διαλύσεως διελέγχει πεπεῖσθαιπεπῖσθαιδιελεγχινπεπισθαι ἀμφότερα τὰ μέρημέρα. ὅθεν ἀναχωρήσετεἀναχωρήσειτεαναχωρησητε ἐπὶ τοῖς γενομένοις ὑφʼ ὑμῶν συμφώνοις. περὶ δέ γε οὗ φησινφασιν ὁ Ἀειθάλης γραμματίου τοῦ χρέους τῶν ταλάντων πεντήκοντα , κατὰ καιρὸν μετελεύσεταιμετελευσετε τὸν χρεώστην περὶ τῆς ἐνκειμένης ὀφειλῆς. ἔτους ιθ θ , Φαμενὼθ ιζ. πρὸς τῷ λογιστηρίῳ. ἐπὶ παρόντων Ὡρίωνος καὶ Ἡρᾶ ὑπηρετῶν καὶ Εὐλογίου παρέδρου. Θέων ῥήτωρ εἶπεν· Ταχῶνσις Ἀμόϊτος ἀπὸ κώ μης Ἰσίου Παγγᾶ ἐπὶ παρόντι Σύρῳ ΛίβυϊΛιβυεϊ. πολὺ τὸ παραλλάττον καθέ στηκεν. Λίβυς γὰρ ὢν πάροικος ιον περιπεσὼνπεριπαισὼν τῇ ἀπουσίᾳ τῆς συνηγορουμένης ἐπελήλυθεν οἰκοπέδῳ διαφέροντι αὐτῇ καὶ εἰ μὲν δεσπότης ἐν τούτῳ δικ ἀπὸ καταγραφῶν ἢ ἀπὸ διαθήκης τοῦ πατρὸς παφ τοιοῦτον ἐπιφέρει ἀξιοῦσα αὐτὸν ἀναχωρεῖν τῆς βίας ἣν ἧς καθʼ ἡμῶν ἐργάζεται. τούτου γὰρ ἕνε κα τῇ ἡγεμονίᾳ ἐντετυχήκαμεν, καὶ ἐκδικίας τυχεῖν ἐνταῦθα πάρεσμεν. ὁ λογιστὴς εἶπεν· τί πρὸς ταῦτα λέγει Σύρος; πόθεν διακατέχεις τὸ οἰκό πεδον; Σύρος ἀπεκρίνατο· ἀπὸ διαδοχῆς τοῦ πατρός. ὁ λογιστὴς εἶπεν· τὰ γνωρίσματα τῆς δεσποτείαςδεσποτίας παράστησον. λεγέτω ἀπὸ τίνος εὔχεται. Θέων ῥήτωρ εἶπεν· Ταχῶνσις θυγάτηρ γείνεται Ἀμόϊ. Ἀμόϊς δὲ Σύρῳ ειλε. ὁ λογιστὴς εἶπεν· μή τι νες συνεκληρονόμησαν τῇ γυναικί; Ταχῶνσις ἀπεκρίνατο· ἀδελφὸν εἶχον, ἀπέθανεν. ὁ λογιστὴς εἶπεν· σὺ μόνη ἐκληρονό μησάς σου τὸν πατέρα; ἀπεκρίνατο· ναί. ὁ λογιστὴς εἶπεν· τὸ οἰκόπεδον τοῦτο τίνος ἐστίν, μητρῷον ἢ πατρῷον; Ταχῶνσις ἀπεκρίνατο· ἀπὸ τοῦ πάππου ἔσχεν ὁ πατήρ μου, ἀπὸ τοῦ πατρὸς ἐγώ. ὁ λογιστὴς εἶπεν· μή τι ὁ ἀδελφός σου πέπρακεν περιών; Ταχῶνσις ἀπεκρίνατο· οὐαὐ. Θέων ῥήτωρ εἶπεν· παραστησάτω τῆς δεσποτείαςδεσποτίας τὰς ἀποδείξειςἀποδίξεις ἢ ἀναχωρησάτω. Σύρος ἀπεκρίνατο· μετὰ τὴν αὔριον ἐπιφέρω, οὐερεδάριος γὰρ ἐλθὼν ἤγαγέν μοιμε ἀπὸ Ἀλεξαν δρείας. ὁ λογιστὴς εἶπεν· Λίβυς δὲ τῷ γένει εἶ; ἀπεκρίνατο· ναί. ὁ λογιστὴς εἶπεν· καὶ αὐτὸς ὁμολογεῖ ξένος εἶναι τῆς πολιτείαςπολιτίας· καὶ μέμνημαι ὡς τῆς γυναικὸς κέλευσιν ἐπενεγκούσης τῇ ἐμῇ μετριότητι τοῦ κυρίου μου τοῦ διακοσμήσαντος τὸν θρόνον τῆς ἡγεμονίας Σαβινιανοῦ κελεύειν προσι ἐπεὶ τοίνυν σήμερον ἐπὶ τῶν τόπων παρακεκομίσθαι αὐτῷ τὰ βιβλία καὶ μετὰ τὴν αὔριον ἐποίσεινἐπίσειν τὰς ἀποδείξειςἀποδίξεις, δύναται κων δεσπόζειν κατὰ τὰ ἐγκείμεναἐνκίμενα μέρη. εἰ δὲ μὴ περιποιῇ, ἀλλότριόςἀλλότρειός ἐστιν τοῦ οἰκοπέδου τοῦ ἐλθόντος εἰς τὸ γύναιον ἀπὸ κληρονομίας βυ. ὑπατείας Πρόκλου καὶ Παυλίνου τῶν λαμπροτάτων. ὑπατείας ἔτους ιθ θ , Φαμενὼθ κα. ἐν τῷ Ἁδριανίῳ. ἐπὶ παρόντων Βερενικιανοῦ βοηθοῦ καὶ Θεοδώρου τοῦ καὶ Ὡρίωνος καὶ Ἀμμωνᾶαμμωνος καὶ Ἰσχυρίωνος Ἀνουβίωνος τῶν τεσσάρων σφραγιστῶν καὶ Διογένους ταβελλίωνος καὶ Ὡρίωνος ὑπηρέτου. Διογένης ταβελλίων εἶπεν· Τανεχῶντις ἐπινόσως ἔχουσαεχων μετεκαλέσατό με καὶ ἠξίωσεν γραφῆναι αὐτῇ τὸ βουλημάτιον τῆς αὐτῆς Ἡρακλᾶς βιβλιοφύλαξ ἐντο τοῦ βίου ἀπέλθοι πρὸςλύσιν. ἐπεὶ τοίνυν τετελεύτηκεντε λεύτηκεν, σήμερον ἐπιφέρεται τὸ βουλημάτιον τῇ σῇ ἐμμελείᾳ πρὸς λύσιν. ὁ λογιστὴς εἶπεν· σύ, Ἡρακλᾶ, ἐνεχειρίσθης τὸ γραμμάτιον ἐπενέγκαι πρὸς λύσιν; ἀπεκρίνατο· ναί. ὁ λογιστὴς Διογένι εἶπεν· κατὰ γνώμην τῆς Τανε χώντιδοςτανεχωντισος συνεστήσω τὸ γραμμάτιον; ἀπεκρίνατο· ναί. ὁ λογιστὴς εἶπεν· τί νων παρόντων; ἀπεκρίνατο· τῶν σφραγιστῶν. ὁ λογιστὴς εἶπεν· πόσοι εἰσὶ σφραγισταί; Διογένης εἶπεν· ἑπτά , τέσσαρες δὲ πάρεισι. ὁ λογιστὴς εἶπεν· ὑπο γραψάτωσαν οἱ τέσσαρες ἐπεγνωκέναι ἑαυτῶν τὰς σφραγῖδας. καὶ τῶν παρόντων σφραγιστῶν ὑποσημειωσαμένωνὑποσημιωσαμένων ἐπεγνωκέναι ἑαυτῶν τὰς σφραγῖδας, ὁ λογιστὴς εἶπεν· λυθήτω τὸ γραμμάτιον καὶ ἀναγνωσθήτω. καὶ γραμματίου Τανεχῶντιδος ἀπὸ τῶν αὐτὸθι λυθέντος καὶ ἀναγνωσθέντος κεχρονισμένου εἰς τὴν αὐτὴν ἐνεστῶσαν ὑπατείαν, Φαμενὼθαμενωθ κ, μετὰ τὴν ἀνάγνωσιν ὁ λογιστὴς εἶπεν· τὸ μὲν σῶμα τῆς κατοιχομένης τῇ ὁσίᾳ παραδοθήσεται· οἱ δὲ ἐνγεγραμμένοι κληρονόμοι φρον τιοῦσι τὰ ἀντίγραφα διδόντες τοῦ βουληματίου λαμβάνειν τὸ αὐθεντι κόν μον γενέσθαι. ἔτους ιθ θ , Φαμενὼθ κβ. πρὸς τῷ Καπιτωλίῳ. ἐπὶ παρόντων Ὡρίωνος ὑπηρέτου καὶ Εὐλογίου παρέδρου, Ἀμμώνιος ῥήτωρ εἶπεν· Χαιρήμων ὁ καὶ Ἰσχυρίων βουλευτὴς τῆς πόλεως ἐπὶ παρούσῃ Θαήσει Ἡρακλᾶτος ἀπὸ τῆσδε τῆς δετης πόλεως. ὑπάρχει τῷ βοηθουμένῳ οἰκία ἐπὶ τῆς αὐτῆς πόλεως ἣν ον Ἑρμείας γεωμέτρης υἱὸς Παπιρίωνος καὶ οσης ἀλλʼ ἐπὶ τὴν Ὄασιν ἐκεῖνος διαβὰς ογηον ὑπὸ σημάντροις ποιήσας αὐ τὴν νηνδειαν τοὺς τόπους ἔχειν ἀξιοῦντες καὶ τὰ σήμαντρασήμανττρα λυθῆναι ἀφαιρεθῆναι. προνοίᾳ τῆς σῆς ἐμμελείας προσ τέτακται τοῦτο γείνεσθαι, καὶ ἀξιοῦμεν ἐπείπερ ἀπολείπεταιἀπολίπεται σήμερον ἐν κυρίᾳ ὁ Ἑρμείας τῆς μητρὸς παρούσης ὅτι δὴ μάλιστα καὶ παῖς ὑποχείριόςὑποχίριός ἐστιν τὸ πρόσταγμα ἐπὶ πέρας ἀχθῆναι. ὁ λογιστὴς εἶπεν· τί λέγει Θαῆσις; ποῦ Ἑρμείας ὁ σὸς υἱός; ἀπεκρίνατο· εἰς Ὄασιν ἀπῆλθεν· ἀπεκηρύξαμεν αὐτόν· οὐκ ἔχω πρᾶγμα πρὸς αὐτὸν οὐδὲ ὁ πατὴρ αὐτοῦ προδτων ἀπεπεμψάμεθααπεπεμψα αὐτὸν παρὰ τῇ ἡγεμονίᾳ ὁ λογιστὴς εἶπεν· οἱ νόμοι κελεύ ουσιν ον ἀποχαλιων. ἐπεὶ οὖν ἡγεμονικὴν περὶ τοῦ ἔχειν τὴν οἰκίαν αὐτοῦ καὶ ει κατὰ ἐνοίκησιν Ἑρμείας ἠξίωσεν δὲ ἐξαριτοους τόπους ἐκταγησετ ιιος οσεποιήσεται τὰ σκεύη ἐκείνου καὶ ἐάσειεἰάσει ενεν ου τόπους Χαιρήμοναχαιρημων. Ἀμμώνιος ῥήτωρ εἶπεν· ἀξιοῦμεν ν δημοσι ρ ὁ λογιστὴς εἶπεν· ἐν τῇ αὔριον γενήσεται ὃ ἠξιώσατε. ἔτους ιθ θ , Φαμενὼθ ιθ. πρὸς τῷ γυμνασίῳ. ἐπὶ παρόντων Καπιτωλίνου ἄρξαντος τῶν αὐτόθι καὶ Σαραπίωνος Ἑρμείου καὶ Ἰσίωνος Ἡρᾶτος καὶ Ἀμοϊτᾶ Σιλβανοῦ καὶ Ὡρίωνος Ὡρίωνος τῶν δ σφραγιστῶν καὶ Ὡρίωνος ὑπηρέτου καὶ Εὐλογίου παρέδρου, Ποιμένιος ῥήτωρ εἶπεν· τὴν κοινὴν καὶ τεταγμένην ἐπὶ πάντων ὑπὸ τηςτου βίου ὑπεστη ησεως τῆς ἑαυ τοῦ γνώμης η καὶ προσκαλεσάμενος τὸν αἰδεσιμώτα τον Καπιτωλῖνον βουλευτὴν τῆσδε τῆς πολιτείαςπολιτίας ἐνεχείρησενἐνεχίρισεν ἐντο λὰς παρασχόμενος ι εἰ τοῦ βίου ἀπέλθοι ἐπενεγκεῖν τῇ σῇ ἐντρεχείᾳἐντρεχίᾳ κατὰ τὸ ἔθος πρὸς τὸ λυθῆναι καὶ γνωσθῆναι τὰ ἐν αὐτῷ γεγραμμένα. τούτου ἕνεκα ἐνταῦθα ἀπήντησεν τὴν ἐκείνουἐκίνου γνώμην ἀποπληρῶν καὶ ἀξιοῖ τὴν λύσιν τοῦ βουλήματος κατὰ νόμους γενέσθαι. ὁ λογιστὴς εἶπεν· τί λέγει ὁ παρὼν Καπιτωλῖνος; σοὶ παρέθετο ὁ ἀναπαυσάμενος τὸ γραμμάτιον τοῦτο; ἀπεκρίνατο· ναί. ἑπτὰ μέν εἰσι κυρια. ὁ λογιστὴς εἶπεν· τίς ἐστιν ὁ συστησάμενος ταβελλίων; Ποιμένιος ῥήτωρ εἶπεν· ἐγώ. ὁ λογιστὴς εἶπεν· ἕκασ τος τῶν παρόντων σφραγιστῶν ὑπογραψάτω ἐπεγνωκέναι ἑαυ τοῦ τὰ γράμματα καὶ τὴν σφραγῖδα. καὶ τῶν παρόντων σφραγιστῶν ὑποσημειωσαμένωνὑποσημιωσαμένων ἐπεγνωκέναι ἑαυτῶν τὰς σφραγῖδας, ὁ λογιστὴς εἶπεν· λυθήτω καὶ ἀναγνωσθήτω τὸ γραμμάτιον. καὶ ἀναγνωσθέντος γραμματίου φ Βησαρίωνος οὐετρανοῦ καταμένοντος ἐν τῇδε τῇ πόλει κεχρονισμένου εἰς ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Κρίσπου καὶ Κωνσταντίνου τῶν ἐπιφανεστάτων Καισάρων τὸ γ, , Ποιμένιος ῥήτωρ εἶπεν· ἀναγνωσ θήτω καὶ ταν τὸ γενόμενον ὑπὸ χρεων ἀπο ἀξιοῦμεν δὲ τὰ ἀντίγραφα διδόντες λαβεῖν τὸ αὐθεντικὸν πρὸς ἀσφάλειανἀσφάλιαν τῶν κληρονόμων. ὁ λογιστὴς εἶπεν· τὸ μὲν σῶμα τοῦ κατοιχομένου τῇ ὁσίᾳ παραδοθήσεται· ἀνεγνώσθη δὲ παρὰ τῇ ἐμῇ μετριότητι τὸ γραμμάτιον τὸ γενόμενον ὑπὸ Βησαρίωνος οὐετρανοῦ καὶ δύνανται οἱ κληρονόμοι διδόναι ι τὰ ἴδια τοῦ βουλήματος πρὸς κληρο πρὸς ἀσφάλειανἀσφάλιαν υρος ἀπεκρίνατο· α καταγραφῆναι ὁ λογιστὴς εἶπεν· ιακαρσιν. ὁ λογιστὴς εἶπεν· Πεκῦσις ἀνὴρ πηρέτου καὶ Εὐλογίου παρέδρου Ἰσίου Παγγᾶ. ἡ μὲν εχ ὑπομονημ ἔλεγχον παραστη μένων τοῦ οἰκ φυλακίοις κατακει ιουμεν ις ντο οικο

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.