Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.muench.1.6

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους πρώτου Παῦνι τρεισκαιδεκάτῃτρισκαιδεκάτῃ δευτέρας ἰνδικτίονος Φλαύιος Μᾶρκος σχολαστικὸς ἔκρινα τὰ ὑποτεταγμένα Ἰωάννης ὁ προμνημονευ καὶ ἡ τούτου μήτηρ ἀπὸ το Συήνης πράγματα ἡ δὲ αν σκοπεῖν δ καὶ προδια ἐδίδαξεν τὰ πράγματα περὶ ὧν ἡ κίνησιςηγησις κοινὰ εἶναι αὐτῇ τε καὶ τῷ μακαριωτάτῳ αὐτῆς ἀνδρί, τοῖς γὰρ κοινοῖς πόνοις προσκτηθῆναι αὐτοῖς ὅσα καὶ προσεκτήθη. πλὴν καὶ τούτων οὕτως ὄντων κατὰ κοινὴν γνώμην μεσιτείᾳ τινῶν συνελθεῖν αὐτοὺς καὶ τὰ πράγματα εἰς τρία διαιρεθῆναι μέρη καὶ αὐτὴν μὲν λαβεῖν τρίτον μέρος, Ἰωάννην δὲ τὸν εἰρημένον αὐτῆς υἱὸν τρίτον μέρος καὶ Κακὸ τὴν αὐτῆς θυγατέρα τρίτον μέρος, ὅρκου ἐπακτοῦ καταβληθέντος παρʼ αὐτῆς περὶ τοῦ ὅτι οὐδὲν ἀπεκρύψατο. μετὰ δὲ τὴν διαίρεσιν τῶν πραγμάτων Ἰωάννην τὸν αὐτῆς υἱὸν προσελθεῖν Μηνᾷ τῷ λαμπροτάτῳ καὶ καθωσιωμένῳκαθοσιωμένῳ ἀπὸ τριβούνων καὶ τοποτηρητῇ τοῦ λιμίτου καὶ ἐπαγγείλασθαι αὐτῷ ἀντὶ τῆς μητρὸς συνκληρονόμον αὐτὸν ποιῆσαι καὶ δοῦναι αὐτῷ τὸ τρίτον μέρος τῶν ἀπὸ τοῦ πατρὸς καταλειφθέντων, εἰ ἀποστείλῃ τινὰ τὸν ὀφείλοντα τὰ πράγματα ἀποσπάσαι ἐκ τῆς αὐτοῦ μητρός. Μηνᾶν δὲ τὸν λαμπρότατον δεξάμενον τὰς ἐπαγγελίαςἐπαγγελείας παρὰ Ἰωάννου τοῦ ἑαυτῆς υἱοῦ πέμψαι εἰςἐν τῷ εἰρημένῳ φρουρίῳ Κωνστάντιν τὸν καθωσιωμένονκαθοσιωμένον καὶ ἀπαιτῆσαι αὐτὴν μετὰ ἐκβιβασμῶν νομίσματα τριάκοντα τρία ὡς τῆς πάσης ὑποστάσεως συντιμηθείσης εἰς νομίσματα ἑκατόν , ὥστε αὐτὴν ἀλλοτριωθῆναι παντελῶς τῶν εἰρημένων πραγμάτων καίτοι κοινῶν αὐτῇαὐτων ὄντων πρὸς τὸν ἄνδρα. Ἰωάννης δὲ ὁ ταύτης παῖς, ἀκηκοὼς τῶν εἰρημένων παρὰ Ταπίας τῆς αὐτοῦ μητρός, συνέθετο μὲν τῷ ὅτι κατὰ κοινὴν γνώμην μεσιτείᾳ τινῶν διενείμαντο πρὸς ἑαυτοὺς τὰ πράγματα ἀνὰ τὸ τρίτον καὶ ὅτι ὅρκος περὶ συνειδήσεως παρʼ αὐτῆς καταβέβληται, εὑρηκέναι δὲ αὐτὴν μετὰ τὸν ὅρκον ἓν καὶ δεύτερον εἶδος χαλκωμάτων ἀποκρύψασαν καὶ ὕστερον ἐνεγκοῦσαν εἰς μέσον, ὥστε πρόφασιν δοθῆναι τοῦ μὴ χρῆναι καταπιστεῦσαι αὐτῇ, καὶ ἐντεῦθενκἀντεὐθεν προσελθεῖν Μηνᾷ τῷ λαμπροτάτῳ καὶ καθωσιωμένῳκαθοσιωμένῳ τοποτηρητῇ τότε ὄντι τοῦ λιμίτου καὶ συντάξασθαι αὐτῷ τὴν τρίτην μοῖραν τῶν καταλειφθέντων πραγμάτων, καὶ ἐκεῖνονκἀκεἰνον πέμψαι καὶ ἀπαιτῆσαι αὐτὴν τὸ παρʼ αὐτῆς μνημονευθὲν χρυσίον· καὶ τούτῳ γὰρ τῷ λόγῳ οὐδὲ ἀντειπεῖν ἔσχεν Ἰωάννης ὁ αὐτῆς υἱός, ἀλλὰ καὶ ἀπραγμόνως συνέθετο. ἔλεγεν δὲ ἕτερα πάνυ πολλὰ πράγματα ἔν τε ἱματίοις καὶ χαλκώμασιν καὶ γραμματείοις ἀποσυλῆσαι τὴν ἑαυτοῦ μητέρα, καὶ ἐκεῖνακἀκεἰνα οὖν ἐξεδίκει ζητῶν ἀναλαβεῖν. καὶ τὰ περὶ τούτου πιστούμενος παρήγαγον Ἰάκκωβον υἱὸν Πραιποσίτου καὶ Κόμιτα Ἁτρῆτος καὶ Ἰακὼβ Μακαρίου ἀπὸ Συήνης οὐδὲν ἕτερον λέγοντας ἢ ὅτι εἴησαν ἀκηκοότες παρὰ πάντων τῶν ἀπὸ τοῦ κατʼ αὐτοὺς κάστρου, ὅτι ἐν εὐπορίᾳ ἦν Ἰακὼβ ὁ μακαριώτατος πρὸς τὴν σὴν συνμετρίαν τῶν καθʼ ἡμᾶς ἀνθρώπων. παρήγαγον δὲ καὶ Ἴσακον Κωνσταντίνου, ὃς ἔλεγεν Ταπίαν τὴν ἐναγομένην τεθαρρηκέναι αὐτῷ, ὅτι βούλοιτο μετενεγκεῖν τὰ πράγματα ἀπὸ τοῦ οἴκου αὐτῆς εἰς ἕτερον τόπον, καὶ ὅτι διʼ αὐτοῦ τὰ πλεῖστα τῶν πραγμάτων μετεκομίσθη ἐν νυκτί. τούτων μαρτυρηθέντων παρὰ Ἰσακίου ἐπελάβετο ἡ φεύγουσα τῆς κινήσεως καὶ τῆς ἀντιστάσεως τοῦ ἀνδρός, λέγουσα συνηγορεῖν αὐτὸν μᾶλλον ἢ μαρτυρεῖν καὶ τὸ ὅλον πρὸς τὸ κεχαρισμένον τῷ διώκοντι μέρει διαπεπλάσθαι, ἔλεγεν δὲ κατὰ τὸν ἀληθῆ λόγον, ἡνίκα ἤκουεν μέλλειν καταλαβεῖν ἄνθρωπον τοῦ λαμπροτάτου τοποτηρητοῦ ὀφείλοντα αὐτῇ ἐπηρεάσαι ἐκ προσελεύσεως τοῦ αὐτῆς υἱοῦ, βουληθῆναι ἐπιλαχόντα αὐτῇ πράγματα καὶ ἀποκεκλεισμένα ἔν τινι τόπῳ ἐξενεγκεῖν τῆς οἰκίας καὶ ἀλλαχόσεἀλλαχόσαι μετακομίσαι, καὶ ἐκ ταύτης τῆς ἀφορμῆς τὸν μάρτυρα καὶ τὸν ἑαυτῆς υἱὸν ταύτην αὐτῇ τὴν πλοκὴν συνράψαι. καὶ ἐπὶ τούτοις ἀπεῖπον ταῖς οἰκείαις δικαιολογίαις. ἐγὼ δὲ σκοπήσας τὰ ἑκατέρωθεν δικαιολογηθέντα συνορῶ Ταπίαν τὴν ἐναγομένην ἐπʼ οὐδενὶ ἑτέρῳ εὐθύνεσθαι ἢ ἐπὶ τῷ ὅρκον ἕτερον σωματικὸν καταβαλεῖν περὶ καθαρᾶς συνειδήσεως καὶ περὶ τοῦ ὅτι οὐδὲν ἀπεσύλησεν ἢ ἀπεκρύψατο τῶν τοῦ ἀνδρὸς πραγμάτων. τὰ γὰρ μαρτυρηθέντα παρὰ Ἰσακίου ἔδοξεν καὶ ἐμοὶκἀμοὶ πρὸς τὸ κεχαρισμένον λελέχθαι, καὶ τὰ παρʼ ἑνὸς δὲ μαρτυρούμενα ὁ νόμος παντελῶς οὐ προσίεται. τὰ μέντοι δεικνύμενα ἴδια αὐτῇ διαφέρειν πράγματα καὶ μάλιστα τὰ γυναικεῖαγυναικῖα ἱμάτια ταῦτα αὐτὴν ἔχειν βεβαίως καὶ ἀναφαιρέτως, μάλιστα, καθʼ ὃ παρέστησε, τὰ κεκινημένα. τὸ προειρημένον χρυσίον ἀπῄτηται ὑπὲρ τῆς κατὰ κοινὴν γνώμην περιελθούσης εἰς αὐτὴν μοίρας ἐκ τῶν καταλειφθέντων πραγμάτων. πάντα δὲ λόγον αὐτῇ ἀκέραιον φυλαχθῆναι καθʼ ὧν νομίζει ἔχειν ἑτέρων προσώπων περὶ τῆς λεγομένης αὐτῇ προστριβῆναι ζημίας ἤτοι τοῦ χρυσίου εἰσπράξεως. Ἰωάννην δὲ τὸν αὐτῆς υἱὸν μὴ ἐνέχεσθαι ὑπὲρ τούτου· παντὸς γὰρ ἀδικεῖσθαι νομίζοντός ἐστιν τὸ προσελθεῖν ἄρχουσιν ἤτοι τοῖς τὸν τόπον ἐπέχουσι τῶν ἀρχόντων, ἐκείνων δέ ἐστιν μετὰ διακρίσεως καὶ μὴ οὕτως χύδην κεχρῆσθαι τοῖς πράγμασιν. διʼ ὃ τὸν μὲν υἱὸν ἠλευθέρωσαἐλευθέρωσα ταύτης τῆς ἐνοχῆς οὐ τοσοῦτον κατʼ ἀκρίβειαν ὅσον διὰ φιλαγαθίαν, ἐφύλαξα δὲ αὐτῇ πάντα λόγον ἀκέραιον κατὰ τῶν ἄλλων τῶν ζημιωσάντων αὐτήν, ἐπὶ τῷ μέντοι ἐκ τοῦ ὡς εἰκὸς ἀναπραχθησομένου χρυσίου λαβεῖν Ἰωάννην τὸν αὐτῆς υἱὸν τρίτον μέρος. ἐν δὲ τῷ μέλλειν τὴν παροῦσαν κρίσιν ἐκδοῦναι διεβεβαιώσατο ὁ ἐνάγων προταθῆναι αὐτῷ παρὰ τῆς μητρὸς λαβεῖν δώδεκα νομίσματα ὑπὲρ τελείας ἀπαλλαγῆς. καὶ τῆς αὐτοῦ μητρὸς μὴ συνθεμένης τούτῳ τῷ λόγῳ, συνεφώνησαν πρὸς ἑαυτοὺς εἰδήσει μου ὥστε, εἰ τοῦτο δυνηθείη ὁ ἐνάγων ἀποδεῖξαι νομίμως διὰ τριῶν μαρτύρων ἀξιοπίστων τῇ προτάσει παρακολουθησάντων καὶ ἐνωμότως τοῦτο κατατιθεμένων, παρασχεῖν αὐτῷ τὸ δεικνύμενον συμπεφωνῆσθαι. τὰ τοίνυν δόξαντά μοι καλῶς ἔχειν ἐπαναγνοὺς τοῖς μέρεσιν ἐκδέδωκα . Μᾶρκος σχολαστικὸς καθʼ ὁ συνείδονσυνίδον ἔκρινα .

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.