no image
DDbDP-text
Prefectural edict ordering return home for the census. Edict of Gaius Vibius Maximus, prefect of Egypt, ordering everyone living away from their home districts to return there for the house-by-house census and to resume farming. Those with good reason to remain in Alexandria were to register with a cavalry prefect, Festus, and obtain a signed permit. It dates to AD 104 and survives in a copy from the Arsinoite nome. machine translation
Linked by Trismegistos ID
TM 11807.
Each record below describes this same artifact or text from a different angle.
[2]
Γάιος Οὐίβιος Μάξιμος ἔπαρχος
Αἰγύπτου λέγει·
τῆς κατʼ οἰκίαν ἀπογραφῆς ἐνεστώσης
ἀναγκαῖόν ἐστιν πᾶσιν τοῖς καθʼ ἥντινα
δήποτε αἰτίαν ἀποδημοῦσιν ἀπὸ τῶν
νομῶν προσαγγέλλεσθαι ἐπανελθεῖν εἰς τὰ ἑαυτῶν ἐφέστια ἵνα
καὶ τὴν συνήθη οἰκονομίαν τῆς ἀπογραφῆς πληρώσωσιν καὶ τῇ προσηκούσῃ αὐτοῖς γεωργίαι προσκαρτερήσωσιν.
εἰδὼς μέντοι ὅτι ἐνίων τῶν ἀπὸ
τῆς χώρας ἡ πόλις ἡμῶν ἔχει χρείαν
βούλομαι πάντας τοὺς εὔλογον δοκοῦντας ἔχειν τοῦ ἐνθάδε ἐπιμένειν αἰτίαν ἀπογράφεσθαι παρὰ Βουλ…[…]
Φήστῳ ἐπάρχωι εἴλης, ὃν ἐπὶ τούτῳ
ἔταξα, οὗ καὶ τὰς ὑπογραφὰς οἱ ἀποδείξαντες ἀναγκαίαν αὑτῶν τὴν παρουσίαν
λήμψονται κατὰ τοῦτο τὸ παράγγελμα
ἐντὸς τῆς τριακάδος τοῦ ἐνεστῶτος μηνὸς Ἐπεὶφ[…]ἐπανελθεῖν
μεθʼ ἧς[…] ὑπογραφῆς
τοῦ ἐπιλ[…]…ρεθηι οὐ
μετρίως[…]εὖ γὰρ οἶδα τὰ
ἐντε[…]θαι ὅσον …
τῇ π[…]ἀδικοῦντεςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.